Platón, Apología 20e-23b

Platón, Apología de Sócrates 20e-23b. Pasa el cursor por una palabra, o tócala, para ver su entrada.

ἔλεγον, μείζω τινὰ ἢ κατʼ ἄνθρωπον σοφίαν σοφοὶ εἶεν, ἢ οὐκ ἔχω τί λέγω· οὐ γὰρ δὴ ἔγωγε αὐτὴν ἐπίσταμαι, ἀλλʼ ὅστις φησὶ ψεύδεταί τε καὶ ἐπὶ διαβολῇ τῇ ἐμῇ λέγει. καί μοι, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ θορυβήσητε, μηδʼ ἐὰν δόξω τι ὑμῖν μέγα λέγειν· οὐ γὰρ ἐμὸν ἐρῶ τὸν λόγον ὃν ἂν λέγω, ἀλλʼ εἰς ἀξιόχρεων ὑμῖν τὸν λέγοντα ἀνοίσω. τῆς γὰρ ἐμῆς, εἰ δή τίς ἐστιν σοφία καὶ οἵα, μάρτυρα ὑμῖν παρέξομαι τὸν θεὸν τὸν ἐν Δελφοῖς.

Χαιρεφῶντα γὰρ ἴστε που. οὗτος ἐμός τε ἑταῖρος ἦν ἐκ νέου καὶ ὑμῶν τῷ πλήθει ἑταῖρός τε καὶ συνέφυγε τὴν φυγὴν ταύτην καὶ μεθʼ ὑμῶν κατῆλθε. καὶ ἴστε δὴ οἷος ἦν Χαιρεφῶν, ὡς σφοδρὸς ἐφʼ ὅτι ὁρμήσειεν. καὶ δή ποτε καὶ εἰς Δελφοὺς ἐλθὼν ἐτόλμησε τοῦτο μαντεύσασθαι—καί, ὅπερ λέγω, μὴ θορυβεῖτε, ὦ ἄνδρες— ἤρετο γὰρ δὴ εἴ τις ἐμοῦ εἴη σοφώτερος. ἀνεῖλεν οὖν ἡ Πυθία μηδένα σοφώτερον εἶναι. καὶ τούτων πέρι ὁ ἀδελφὸς ὑμῖν αὐτοῦ οὑτοσὶ μαρτυρήσει, ἐπειδὴ ἐκεῖνος τετελεύτηκεν.

σκέψασθε δὴ ὧν ἕνεκα ταῦτα λέγω· μέλλω γὰρ ὑμᾶς διδάξειν ὅθεν μοι ἡ διαβολὴ γέγονεν. ταῦτα γὰρ ἐγὼ ἀκούσας ἐνεθυμούμην οὑτωσί· τί ποτε λέγει ὁ θεός, καὶ τί ποτε αἰνίττεται; ἐγὼ γὰρ δὴ οὔτε μέγα οὔτε σμικρὸν σύνοιδα ἐμαυτῷ σοφὸς ὤν· τί οὖν ποτε λέγει φάσκων ἐμὲ σοφώτατον εἶναι; οὐ γὰρ δήπου ψεύδεταί γε· οὐ γὰρ θέμις αὐτῷ. καὶ πολὺν μὲν χρόνον ἠπόρουν τί ποτε λέγει· ἔπειτα μόγις πάνυ ἐπὶ ζήτησιν αὐτοῦ τοιαύτην τινὰ ἐτραπόμην. ἦλθον ἐπί τινα τῶν δοκούντων σοφῶν εἶναι, ὡς ἐνταῦθα εἴπερ που ἐλέγξων τὸ μαντεῖον καὶ ἀποφανῶν τῷ χρησμῷ ὅτι οὑτοσὶ ἐμοῦ σοφώτερός ἐστι, σὺ δʼ ἐμὲ ἔφησθα. διασκοπῶν οὖν τοῦτον—ὀνόματι γὰρ οὐδὲν δέομαι λέγειν, ἦν δέ τις τῶν πολιτικῶν πρὸς ὃν ἐγὼ σκοπῶν τοιοῦτόν τι ἔπαθον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ διαλεγόμενος αὐτῷ—ἔδοξέ μοι οὗτος ὁ ἀνὴρ δοκεῖν μὲν εἶναι σοφὸς ἄλλοις τε πολλοῖς ἀνθρώποις καὶ μάλιστα ἑαυτῷ, εἶναι δʼ οὔ· κἄπειτα ἐπειρώμην αὐτῷ δεικνύναι ὅτι οἴοιτο μὲν εἶναι σοφός, εἴη δʼ οὔ.

ἐντεῦθεν οὖν τούτῳ τε ἀπηχθόμην καὶ πολλοῖς τῶν παρόντων· πρὸς ἐμαυτὸν δʼ οὖν ἀπιὼν ἐλογιζόμην ὅτι τούτου μὲν τοῦ ἀνθρώπου ἐγὼ σοφώτερός εἰμι· κινδυνεύει μὲν γὰρ ἡμῶν οὐδέτερος οὐδὲν καλὸν κἀγαθὸν εἰδέναι, ἀλλʼ οὗτος μὲν οἴεταί τι εἰδέναι οὐκ εἰδώς, ἐγὼ δέ, ὥσπερ οὖν οὐκ οἶδα, οὐδὲ οἴομαι· ἔοικα γοῦν τούτου γε σμικρῷ τινι αὐτῷ τούτῳ σοφώτερος εἶναι, ὅτι ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι. ἐντεῦθεν ἐπʼ ἄλλον ᾖα τῶν ἐκείνου δοκούντων σοφωτέρων εἶναι καί μοι ταὐτὰ ταῦτα ἔδοξε, καὶ ἐνταῦθα κἀκείνῳ καὶ ἄλλοις πολλοῖς ἀπηχθόμην.

μετὰ ταῦτʼ οὖν ἤδη ἐφεξῆς ᾖα, αἰσθανόμενος μὲν καὶ λυπούμενος καὶ δεδιὼς ὅτι ἀπηχθανόμην, ὅμως δὲ ἀναγκαῖον ἐδόκει εἶναι τὸ τοῦ θεοῦ περὶ πλείστου ποιεῖσθαι—ἰτέον οὖν, σκοποῦντι τὸν χρησμὸν τί λέγει, ἐπὶ ἅπαντας τούς τι δοκοῦντας εἰδέναι.

καὶ νὴ τὸν κύνα, ὦ ἄνδρες Ἀθηναῖοι— δεῖ γὰρ πρὸς ὑμᾶς τἀληθῆ λέγειν—ἦ μὴν ἐγὼ ἔπαθόν τι τοιοῦτον· οἱ μὲν μάλιστα εὐδοκιμοῦντες ἔδοξάν μοι ὀλίγου δεῖν τοῦ πλείστου ἐνδεεῖς εἶναι ζητοῦντι κατὰ τὸν θεόν, ἄλλοι δὲ δοκοῦντες φαυλότεροι ἐπιεικέστεροι εἶναι ἄνδρες πρὸς τὸ φρονίμως ἔχειν. δεῖ δὴ ὑμῖν τὴν ἐμὴν πλάνην ἐπιδεῖξαι ὥσπερ πόνους τινὰς πονοῦντος ἵνα μοι καὶ ἀνέλεγκτος ἡ μαντεία γένοιτο. μετὰ γὰρ τοὺς πολιτικοὺς ᾖα ἐπὶ τοὺς ποιητὰς τούς τε τῶν τραγῳδιῶν καὶ τοὺς τῶν διθυράμβων καὶ τοὺς ἄλλους, ὡς ἐνταῦθα ἐπʼ αὐτοφώρῳ καταληψόμενος ἐμαυτὸν ἀμαθέστερον ἐκείνων ὄντα. ἀναλαμβάνων οὖν αὐτῶν τὰ ποιήματα ἅ μοι ἐδόκει μάλιστα πεπραγματεῦσθαι αὐτοῖς, διηρώτων ἂν αὐτοὺς τί λέγοιεν, ἵνʼ ἅμα τι καὶ μανθάνοιμι παρʼ αὐτῶν. αἰσχύνομαι οὖν ὑμῖν εἰπεῖν, ὦ ἄνδρες, τἀληθῆ· ὅμως δὲ ῥητέον. ὡς ἔπος γὰρ εἰπεῖν ὀλίγου αὐτῶν ἅπαντες οἱ παρόντες ἂν βέλτιον ἔλεγον περὶ ὧν αὐτοὶ ἐπεποιήκεσαν. ἔγνων οὖν αὖ καὶ περὶ τῶν ποιητῶν ἐν ὀλίγῳ τοῦτο, ὅτι οὐ σοφίᾳ ποιοῖεν ἃ ποιοῖεν, ἀλλὰ φύσει τινὶ καὶ ἐνθουσιάζοντες ὥσπερ οἱ θεομάντεις καὶ οἱ χρησμῳδοί· καὶ γὰρ οὗτοι λέγουσι μὲν πολλὰ καὶ καλά, ἴσασιν δὲ οὐδὲν ὧν λέγουσι. τοιοῦτόν τί μοι ἐφάνησαν πάθος καὶ οἱ ποιηταὶ πεπονθότες, καὶ ἅμα ᾐσθόμην αὐτῶν διὰ τὴν ποίησιν οἰομένων καὶ τἆλλα σοφωτάτων εἶναι ἀνθρώπων ἃ οὐκ ἦσαν. ἀπῇα οὖν καὶ ἐντεῦθεν τῷ αὐτῷ οἰόμενος περιγεγονέναι ᾧπερ καὶ τῶν πολιτικῶν.

τελευτῶν οὖν ἐπὶ τοὺς χειροτέχνας ᾖα· ἐμαυτῷ γὰρ συνῄδη οὐδὲν ἐπισταμένῳ ὡς ἔπος εἰπεῖν, τούτους δέ γʼ ᾔδη ὅτι εὑρήσοιμι πολλὰ καὶ καλὰ ἐπισταμένους. καὶ τούτου μὲν οὐκ ἐψεύσθην, ἀλλʼ ἠπίσταντο ἃ ἐγὼ οὐκ ἠπιστάμην καί μου ταύτῃ σοφώτεροι ἦσαν. ἀλλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ταὐτόν μοι ἔδοξαν ἔχειν ἁμάρτημα ὅπερ καὶ οἱ ποιηταὶ καὶ οἱ ἀγαθοὶ δημιουργοί—διὰ τὸ τὴν τέχνην καλῶς ἐξεργάζεσθαι ἕκαστος ἠξίου καὶ τἆλλα τὰ μέγιστα σοφώτατος εἶναι—καὶ αὐτῶν αὕτη ἡ πλημμέλεια ἐκείνην τὴν σοφίαν ἀποκρύπτειν· ὥστε με ἐμαυτὸν ἀνερωτᾶν ὑπὲρ τοῦ χρησμοῦ πότερα δεξαίμην ἂν οὕτως ὥσπερ ἔχω ἔχειν, μήτε τι σοφὸς ὢν τὴν ἐκείνων σοφίαν μήτε ἀμαθὴς τὴν ἀμαθίαν, ἢ ἀμφότερα ἃ ἐκεῖνοι ἔχουσιν ἔχειν. ἀπεκρινάμην οὖν ἐμαυτῷ καὶ τῷ χρησμῷ ὅτι μοι λυσιτελοῖ ὥσπερ ἔχω ἔχειν.

ἐκ ταυτησὶ δὴ τῆς ἐξετάσεως, ὦ ἄνδρες Ἀθηναῖοι, πολλαὶ μὲν ἀπέχθειαί μοι γεγόνασι καὶ οἷαι χαλεπώταται καὶ βαρύταται, ὥστε πολλὰς διαβολὰς ἀπʼ αὐτῶν γεγονέναι, ὄνομα δὲ τοῦτο λέγεσθαι, σοφὸς εἶναι· οἴονται γάρ με ἑκάστοτε οἱ παρόντες ταῦτα αὐτὸν εἶναι σοφὸν ἃ ἂν ἄλλον ἐξελέγξω. τὸ δὲ κινδυνεύει, ὦ ἄνδρες, τῷ ὄντι ὁ θεὸς σοφὸς εἶναι, καὶ ἐν τῷ χρησμῷ τούτῳ τοῦτο λέγειν, ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενός. καὶ φαίνεται τοῦτον λέγειν τὸν Σωκράτη, προσκεχρῆσθαι δὲ τῷ ἐμῷ ὀνόματι, ἐμὲ παράδειγμα ποιούμενος, ὥσπερ ἂν εἰ εἴποι ὅτι οὗτος ὑμῶν, ὦ ἄνθρωποι, σοφώτατός ἐστιν, ὅστις ὥσπερ Σωκράτης ἔγνωκεν ὅτι οὐδενὸς ἄξιός ἐστι τῇ ἀληθείᾳ πρὸς σοφίαν. ταῦτʼ οὖν ἐγὼ μὲν ἔτι καὶ νῦν περιιὼν ζητῶ καὶ ἐρευνῶ κατὰ τὸν θεὸν καὶ τῶν ἀστῶν καὶ ξένων ἄν τινα οἴωμαι σοφὸν εἶναι· καὶ ἐπειδάν μοι μὴ δοκῇ, τῷ θεῷ βοηθῶν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφός. καὶ ὑπὸ ταύτης τῆς ἀσχολίας οὔτε τι τῶν τῆς πόλεως πρᾶξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τῶν οἰκείων, ἀλλʼ ἐν πενίᾳ μυρίᾳ εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν.

Vocabulario del texto · 254 palabras
  1. ἀγαθός, -ή, -όν bueno; καλὸς κἀγαθός: hombre de bien; τὸ ἀγαθόν: el bien 3 terminaciones
  2. ὁ ἀδελφός, -οῦ hermano m. · 2.ª decl.
  3. Ἀθηναῖος, -α, -ον ateniense nombre propio
  4. αἰνίττομαι (-σσομαι), perf. ᾔνιγμαι hablar en enigmas deponente
  5. αἰσθάνομαι, aor. ᾐσθόμην percibir, darse cuenta deponente
  6. αἰσχύνομαι, aor. ᾐσχύνθην avergonzarse deponente
  7. ἀκούω, fut. ἀκούσομαι, aor. ἤκουσα oír en -ω
  8. ἡ ἀλήθεια, -ας verdad f. · 1.ª decl.
  9. ἀληθής, -ές verdadero 2 terminaciones
  10. ἀλλά pero, sino conj.
  11. ἄλλος, -η, -ο otro pron.
  12. ἅμα a la vez; (+ dat.) junto con adv./prep.
  13. ἀμαθής, -ές ignorante 2 terminaciones
  14. ἡ ἀμαθία, -ας ignorancia f. · 1.ª decl.
  15. τὸ ἁμάρτημα, -ατος falta, delito n. · 3.ª decl.
  16. ἀμφότερος, -α, -ον ambos, uno y otro 3 terminaciones
  17. ἄν partícula modal (potencial, irreal, eventual) part.
  18. ἀναγκαῖος, -α, -ον necesario 3 terminaciones
  19. ἀναιρέω, aor. ἀνεῖλον matar, eliminar; levantar en -ω
  20. ἀναλαμβάνω, aor. ἀνέλαβον tomar, coger en -ω
  21. ἀναφέρω, fut. ἀνοίσω remitir, atribuir en -ω
  22. ἀνέλεγκτος, -ον irrefutable 2 terminaciones
  23. ἀνερωτάω interrogar contracto en -άω
  24. ὁ ἀνήρ, ἀνδρός hombre, varón; marido m. · 3.ª decl.
  25. ἀνθρώπινος, -η, -ον humano 3 terminaciones
  26. ὁ ἄνθρωπος, -ου hombre, ser humano m. · 2.ª decl.
  27. ἄξιος, -α, -ον digno 3 terminaciones
  28. ἀξιόχρεως, -ων digno de crédito 2 terminaciones
  29. ἀξιόω, aor. ἠξίωσα considerar digno; pedir, reclamar contracto en -όω
  30. ἅπας, ἅπασα, ἅπαν todo, todo entero 3 terminaciones
  31. ἄπειμι (εἶμι), impf. ἀπῇα irse, marcharse en -μι
  32. ἀπεχθάνομαι, aor. ἀπηχθόμην (+ dat.) hacerse odioso a deponente
  33. ἡ ἀπέχθεια, -ας odio, enemistad f. · 1.ª decl.
  34. ἀπό (+ gen.) de, desde prep.
  35. ἀποκρίνομαι, aor. ἀπεκρινάμην / ἀπεκρίθην responder deponente
  36. ἀποκρύπτω, aor. ἀπέκρυψα ocultar en -ω
  37. ἀπορέω, aor. ἠπόρησα estar perplejo, no saber qué hacer en -ω
  38. ἀποφαίνω, fut. ἀποφανῶ, aor. ἀπέφηνα mostrar, demostrar en -ω
  39. ὁ ἀστός, -οῦ ciudadano m. · 2.ª decl.
  40. ἡ ἀσχολία, -ας ocupación, falta de tiempo f. · 1.ª decl.
  41. αὖ a su vez, de nuevo adv.
  42. αὐτός, -ή, -ό él; mismo; ὁ αὐτός: el mismo pron.
  43. αὐτόφωρος, -ον; ἐπ᾽ αὐτοφώρῳ ἐπ᾽ αὐτοφώρῳ: en flagrante delito 2 terminaciones
  44. βαρύς, -εῖα, -ύ pesado, grave 3 terminaciones
  45. βελτίων, βέλτιον mejor (comp. de ἀγαθός) 2 terminaciones
  46. βοηθέω, aor. ἐβοήθησα (+ dat.) ayudar contracto en -έω
  47. γάρ pues, porque part.
  48. γε al menos, por cierto (enfática) part.
  49. γίγνομαι (γίνομαι), fut. γενήσομαι, aor. ἐγενόμην, perf. γέγονα llegar a ser, nacer, suceder deponente
  50. γιγνώσκω (γινώσκω), fut. γνώσομαι, aor. ἔγνων conocer; (+ inf.) decidir en -ω
  51. γοῦν al menos, en todo caso part.
  52. δέ y, pero (correlativa de μέν) part.
  53. δεῖ, fut. δεήσει, impf. ἔδει es necesario, hay que (impersonal) impersonal
  54. δείδω, aor. ἔδεισα, perf. δέδοικα temer en -ω
  55. δείκνυμι, aor. ἔδειξα mostrar en -μι
  56. οἱ Δελφοί, -ῶν Delfos nombre propio
  57. δέομαι, aor. ἐδεήθην (+ gen.) necesitar; pedir, rogar deponente contracto
  58. δέχομαι, aor. ἐδεξάμην preferir, aceptar deponente
  59. δή pues bien, precisamente (enfática) part.
  60. ὁ δημιουργός, -οῦ artesano m. · 2.ª decl.
  61. δήπου sin duda, supongo part.
  62. διά (+ gen.) a través de, por medio de; (+ ac.) a causa de prep.
  63. ἡ διαβολή, -ῆς calumnia, mala fama f. · 1.ª decl.
  64. διαλέγομαι, aor. διελέχθην (+ dat.) conversar deponente
  65. διασκοπέω examinar a fondo contracto en -έω
  66. διδάσκω, aor. ἐδίδαξα enseñar en -ω
  67. διερωτάω preguntar, interrogar contracto en -άω
  68. ὁ διθύραμβος, -ου ditirambo m. · 2.ª decl.
  69. δοκέω, aor. ἔδοξα parecer; creer contracto en -έω
  70. ἐάν (ἄν, ἤν; κἄν = καὶ ἐάν) si (+ subj.) conj.
  71. ἑαυτοῦ, -ῆς, -οῦ de sí mismo (reflexivo) pron.
  72. ἐγώ, ἐμοῦ / μου; pl. ἡμεῖς yo; nosotros pron.
  73. εἰ si conj.
  74. εἰμί, fut. ἔσομαι, impf. ἦν ser, estar, existir en -μι
  75. εἶμι, impf. ᾖα, inf. ἰέναι, part. ἰών ir (en ático, futuro de ἔρχομαι) en -μι
  76. εἴπερ si es que, si de verdad conj.
  77. εἰς (ἐς) (+ ac.) a, hacia, hasta prep.
  78. ἐκ, ἐξ (+ gen.) de, desde, fuera de prep.
  79. ἕκαστος, -η, -ον cada uno pron.
  80. ἑκάστοτε cada vez adv.
  81. ἐκεῖνος, -η, -ο aquel pron.
  82. ἐλέγχω, aor. ἤλεγξα refutar, poner a prueba en -ω
  83. ἐμαυτοῦ, -ῆς de mí mismo (reflexivo) pron.
  84. ἐμός, -ή, -όν mío 3 terminaciones
  85. ἐν (+ dat.) en prep.
  86. ἐνδεής, -ές (+ gen.) falto de, inferior 2 terminaciones
  87. ἐνδείκνυμαι, aor. ἐνεδειξάμην mostrar, demostrar deponente
  88. ἕνεκα (+ gen., pospuesta) por causa de, por prep.
  89. ἐνθουσιάζω estar inspirado, poseído por un dios en -ω
  90. ἐνθυμέομαι, aor. ἐνεθυμήθην reflexionar deponente contracto
  91. ἐνταῦθα aquí, allí adv.
  92. ἐντεῦθεν desde aquí, a partir de entonces adv.
  93. ἐξελέγχω refutar por completo en -ω
  94. ἐξεργάζομαι llevar a cabo deponente
  95. ἡ ἐξέτασις, -εως examen, indagación f. · 3.ª decl.
  96. ἔοικα (perf.); εἰκός parecer; τὸ εἰκός: lo probable perfecto-presente
  97. ἐπειδή (ἐπειδάν + subj.) cuando, después de que; puesto que conj.
  98. ἔπειτα después, luego adv.
  99. ἐπί (+ gen.) sobre, en; (+ dat.) sobre, en poder de; (+ ac.) hacia, contra prep.
  100. ἐπιδείκνυμι, aor. ἐπέδειξα mostrar, exhibir en -μι
  101. ἐπιεικής, -ές razonable, capaz 2 terminaciones
  102. ἐπίσταμαι, impf. ἠπιστάμην saber, conocer deponente
  103. τὸ ἔπος, -ους ὡς ἔπος εἰπεῖν: por así decir n. · 3.ª decl.
  104. ἐρευνάω indagar, investigar contracto en -άω
  105. ἔρομαι (aor. ἠρόμην) preguntar deponente
  106. ἔρχομαι, fut. εἶμι / ἐλεύσομαι, aor. ἦλθον ir, venir deponente
  107. ὁ ἑταῖρος, -ου compañero, amigo m. · 2.ª decl.
  108. ἔτι todavía, aún adv.
  109. εὐδοκιμέω tener buena fama contracto en -έω
  110. εὑρίσκω, aor. εὗρον, aor. pas. εὑρέθην encontrar en -ω
  111. ἐφεξῆς a continuación, por orden adv.
  112. ἔχω, fut. ἕξω, aor. ἔσχον, impf. εἶχον tener; (+ adv.) estar; (+ inf.) poder en -ω
  113. ζητέω, aor. ἐζήτησα buscar contracto en -έω
  114. ἡ ζήτησις, -εως búsqueda, indagación f. · 3.ª decl.
  115. ἤ o; que (tras comparativo) conj.
  116. ἦ en verdad; ¿acaso?; ἦ μήν: sin duda (en juramentos) part.
  117. ἤδη ya adv.
  118. ἡ θέμις, -ιτος θέμις (ἐστί): es lícito f. · 3.ª decl.
  119. ὁ θεόμαντις, -εως adivino inspirado m. · 3.ª decl.
  120. ὁ θεός, -οῦ dios m. · 2.ª decl.
  121. θορυβέω, aor. ἐθορύβησα alborotar, protestar contracto en -έω
  122. ἵνα para que (+ subj.) conj.
  123. καί y; también, incluso conj.
  124. καλός, -ή, -όν (sup. κάλλιστος) hermoso, bueno 3 terminaciones
  125. κατά (+ gen.) contra, hacia abajo; (+ ac.) por, según, a lo largo de prep.
  126. καταλαμβάνω, aor. κατέλαβον sorprender, encontrar; apoderarse de en -ω
  127. κατέρχομαι, aor. κατῆλθον volver del destierro deponente
  128. κινδυνεύω, aor. ἐκινδύνευσα correr peligro en -ω
  129. ὁ, ἡ κύων, κυνός perro m./f. · 3.ª decl.
  130. ἡ λατρεία, -ας servicio (a un dios) f. · 1.ª decl.
  131. λέγω, fut. ἐρῶ, aor. εἶπον, perf. pas. εἴρημαι decir en -ω
  132. λογίζομαι, aor. ἐλογισάμην calcular, reflexionar deponente
  133. ὁ λόγος, -ου palabra, discurso, razón; ἑνὶ λόγῳ: en una palabra m. · 2.ª decl.
  134. λυπέω, aor. ἐλύπησα afligir; pas.: estar triste contracto en -έω
  135. λυσιτελέω (+ dat.) convenir, ser ventajoso contracto en -έω
  136. μάλιστα sobre todo, lo más adv.
  137. μανθάνω, aor. ἔμαθον aprender, enterarse en -ω
  138. ἡ μαντεία, -ας oráculo, respuesta del dios f. · 1.ª decl.
  139. τὸ μαντεῖον, -ου oráculo (sede o respuesta) n. · 2.ª decl.
  140. μαντεύομαι, aor. ἐμαντευσάμην consultar el oráculo deponente
  141. μαρτυρέω, aor. ἐμαρτύρησα dar testimonio en -ω
  142. ὁ μάρτυς, -υρος testigo m. · 3.ª decl.
  143. μέγας, μεγάλη, μέγα grande 3 terminaciones
  144. μέγιστος, -η, -ον el mayor (superl. de μέγας) 3 terminaciones
  145. μείζων, -ον mayor (comp. de μέγας) 2 terminaciones
  146. μέλλω, impf. ἔμελλον estar a punto de, ir a en -ω
  147. μέν por una parte (correlativa de δέ) part.
  148. μετά (+ gen.) con; (+ ac.) después de prep.
  149. μή no (negación subjetiva) adv.
  150. μηδέ ni, ni siquiera conj.
  151. μηδείς, μηδεμία, μηδέν nadie, ninguno, nada pron.
  152. μήν ciertamente; καὶ μήν: y además; γε μήν: sin embargo part.
  153. μήτε... μήτε ni... ni conj.
  154. μικρός, -ά, -όν (σμικρός) pequeño 3 terminaciones
  155. μόγις apenas, con dificultad adv.
  156. μυρίος, -α, -ον incontable, inmenso 3 terminaciones
  157. νέος, -α, -ον (comp. νεώτερος) joven, nuevo; comp.: el menor 3 terminaciones
  158. νή sí, por (+ ac., en juramentos): νὴ Δία part.
  159. νῦν ahora adv.
  160. ὁ ξένος, -ου huésped, amigo por hospitalidad; extranjero; mercenario m. · 2.ª decl.
  161. ὁ, ἡ, τό el, la, lo; ὁ μέν... ὁ δέ: uno... otro art.
  162. ὅθεν de donde; por lo cual adv.
  163. οἶδα, fut. εἴσομαι, plusc. ᾔδη saber perfecto-presente
  164. οἰκεῖος, -α, -ον τὰ οἰκεῖα: los asuntos propios 3 terminaciones
  165. οἴομαι (οἶμαι), aor. ᾠήθην creer, suponer deponente
  166. οἷος, -α, -ον cual, tal como pron.
  167. ὀλίγος, -η, -ον poco; κατ᾽ ὀλίγον: poco a poco; μετ᾽ ὀλίγον: dentro de poco 3 terminaciones
  168. ὅμως sin embargo adv.
  169. τὸ ὄνομα, -ατος nombre n. · 3.ª decl.
  170. ὁρμάω; med. ὁρμάομαι impulsar; med.: partir, tener su base en contracto en -άω
  171. ὅς, ἥ, ὅ que, el cual (relativo) pron.
  172. ὅσπερ, ἥπερ, ὅπερ precisamente el que, el mismo que pron.
  173. ὅστις, ἥτις, ὅ τι quienquiera que, el que; qué (interr. indirecto) pron.
  174. ὅτι que; porque; (+ superl.) lo más... posible; ὅτι μή: salvo que conj.
  175. οὐ, οὐκ, οὐχ no adv.
  176. οὐδέ ni, ni siquiera conj.
  177. οὐδείς, οὐδεμία, οὐδέν nadie, ninguno, nada pron.
  178. οὐδέτερος, -α, -ον ninguno de los dos pron.
  179. οὖν así pues, por tanto part.
  180. οὔτε ni conj.
  181. οὗτος, αὕτη, τοῦτο este, ese pron.
  182. οὕτως, οὕτω así adv.
  183. τὸ πάθος, -ους lo que a uno le pasa, experiencia, afección n. · 3.ª decl.
  184. πάνυ muy, del todo adv.
  185. παρά (+ gen.) de parte de; (+ dat.) junto a, en casa de; (+ ac.) junto a, hacia prep.
  186. τὸ παράδειγμα, -ατος ejemplo, modelo n. · 3.ª decl.
  187. πάρειμι (εἰμί) estar presente; τὸ παρόν: el presente en -μι
  188. παρέχω, fut. παρέξω, aor. παρέσχον proporcionar, ofrecer; πράγματα παρέχειν: causar molestias en -ω
  189. πάσχω, fut. πείσομαι, aor. ἔπαθον, perf. πέπονθα experimentar, sufrir, pasarle a uno algo en -ω
  190. πειράω; med. πειράομαι intentar, probar contracto en -άω
  191. ἡ πενία, -ας pobreza f. · 1.ª decl.
  192. περί (+ gen.) acerca de; (+ ac.) en torno a, respecto a prep.
  193. περιγίγνομαι (-γίνομαι), aor. περιεγενόμην (+ gen.) superar, vencer; resultar deponente
  194. περίειμι (εἶμι), part. περιιών ir de un lado a otro en -μι
  195. ἡ πλάνη, -ης vagabundeo, viaje errante f. · 1.ª decl.
  196. πλεῖστος, -η, -ον muchísimo, el mayor número (superl. de πολύς) 3 terminaciones
  197. τὸ πλῆθος, -ους el pueblo, el partido democrático n. · 3.ª decl.
  198. ἡ πλημμέλεια, -ας error, falta f. · 1.ª decl.
  199. ποιέω, aor. ἐποίησα hacer contracto en -έω
  200. τὸ ποίημα, -ατος poema, obra n. · 3.ª decl.
  201. ἡ ποίησις, -εως poesía, composición f. · 3.ª decl.
  202. ὁ ποιητής, -οῦ poeta m. · 1.ª decl.
  203. ἡ πόλις, -εως ciudad f. · 3.ª decl.
  204. πολιτικός, -ή, -όν οἱ πολιτικοί: los políticos 3 terminaciones
  205. πολύς, πολλή, πολύ mucho; ὡς τὰ πολλά: la mayoría de las veces 3 terminaciones
  206. πονέω, aor. ἐπόνησα esforzarse, trabajar contracto en -έω
  207. ὁ πόνος, -ου trabajo, fatiga m. · 2.ª decl.
  208. ποτε (enclít.) una vez, alguna vez adv.
  209. πότερον... ἤ si... o (interr. doble) conj.
  210. που (enclít.) en alguna parte; supongo, quizá adv.
  211. πραγματεύομαι, perf. πεπραγμάτευμαι ocuparse de, esforzarse en deponente
  212. πράττω (-σσω), aor. ἔπραξα hacer, llevar a cabo en -ω
  213. πρός (+ ac.) hacia, a, ante, respecto a prep.
  214. προσχράομαι (+ dat.) servirse además de deponente contracto
  215. ἡ Πυθία, -ας la Pitia (sacerdotisa de Delfos) nombre propio
  216. σκέπτομαι, aor. ἐσκεψάμην examinar, considerar deponente
  217. σκοπέω examinar, considerar contracto en -έω
  218. ἡ σοφία, -ας sabiduría f. · 1.ª decl.
  219. σοφός, -ή, -όν sabio 3 terminaciones
  220. σύ, σοῦ / σου; pl. ὑμεῖς tú; vosotros pron.
  221. συμφεύγω, aor. συνέφυγον compartir el destierro en -ω
  222. σύνοιδα, plusc. συνῄδη (+ dat. reflexivo) tener conciencia de perfecto-presente
  223. σφοδρός, -ά, -όν violento, impetuoso 3 terminaciones
  224. ἡ σχολή, -ῆς tiempo libre, ocio f. · 1.ª decl.
  225. ὁ Σωκράτης, -ους Sócrates (el aqueo) nombre propio
  226. τε (enclít.) y; τε... καί: tanto... como conj.
  227. τελευτάω, aor. ἐτελεύτησα morir; terminar contracto en -άω
  228. ἡ τέχνη, -ης arte, artimaña f. · 1.ª decl.
  229. τίς, τί ¿quién?, ¿qué?; τί: ¿por qué? pron.
  230. τις, τι (enclít.) alguien, alguno, algo, un cierto pron.
  231. τοιοῦτος, -αύτη, -οῦτο tal, semejante pron.
  232. τολμάω, aor. ἐτόλμησα atreverse contracto en -άω
  233. ἡ τραγῳδία, -ας tragedia f. · 1.ª decl.
  234. τρέπω, aor. ἔτρεψα; med. ἐτραπόμην med.: volverse, dirigirse en -ω
  235. ὑπέρ (+ gen.) por, en favor de, acerca de; (+ ac.) más allá de prep.
  236. ὑπό (+ gen.) por (agente); (+ dat.) bajo; (+ ac.) bajo, debajo de prep.
  237. φαίνω, aor. ἔφηνα; med. φαίνομαι mostrar, brillar; med.: aparecer, parecer en -ω
  238. φάσκω afirmar, pretender en -ω
  239. φαῦλος, -η, -ον vulgar, de poco valor 3 terminaciones
  240. φημί, impf. ἔφην decir, afirmar en -μι
  241. φρονίμως sensatamente adv. de φρόνιμος, -ον
  242. ἡ φυγή, -ῆς huida; destierro f. · 1.ª decl.
  243. ἡ φύσις, -εως naturaleza f. · 3.ª decl.
  244. ὁ Χαιρεφῶν, -ῶντος Querefonte nombre propio
  245. χαλεπός, -ή, -όν difícil 3 terminaciones
  246. ὁ χειροτέχνης, -ου artesano m. · 1.ª decl.
  247. ὁ χρησμός, -οῦ oráculo (respuesta) m. · 2.ª decl.
  248. ὁ χρησμῳδός, -οῦ recitador de oráculos m. · 2.ª decl.
  249. ὁ χρόνος, -ου tiempo m. · 2.ª decl.
  250. ψεύδομαι, aor. ἐψευσάμην / ἐψεύσθην mentir; aor. pas.: equivocarse deponente
  251. ὦ ¡oh! (con vocativo) interj.
  252. ὡς como; que; cuando; (+ part.) en la idea de que; (+ opt.) para que conj./adv.
  253. ὥσπερ como, como si adv.
  254. ὥστε de modo que conj.

Entradas populares de este blog

Evangelio de Juan 1, 1-18

Esopo: El vendedor de estatuas

Jenofonte, Anábasis I 1