Platón. República I, 327a-331e

Platón, República I 327a-331e. Pasa el cursor por una palabra, o tócala, para ver su entrada.

327aκατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες. καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον.

327bπροσευξάμενοι δὲ καὶ θεωρήσαντες ἀπῇμεν πρὸς τὸ ἄστυ. κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος ὁ Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί ἑ κελεῦσαι. καί μου ὄπισθεν ὁ παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι. καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη. οὗτος, ἔφη, ὄπισθεν προσέρχεται· ἀλλὰ περιμένετε. ἀλλὰ περιμενοῦμεν, ἦ δʼ ὃς ὁ Γλαύκων.

327cκαὶ ὀλίγῳ ὕστερον ὅ τε Πολέμαρχος ἧκε καὶ Ἀδείμαντος ὁ τοῦ Γλαύκωνος ἀδελφὸς καὶ Νικήρατος ὁ Νικίου καὶ ἄλλοι τινὲς ὡς ἀπὸ τῆς πομπῆς.

ὁ οὖν Πολέμαρχος ἔφη· ὦ Σώκρατες, δοκεῖτέ μοι πρὸς ἄστυ ὡρμῆσθαι ὡς ἀπιόντες.

οὐ γὰρ κακῶς δοξάζεις, ἦν δʼ ἐγώ.

ὁρᾷς οὖν ἡμᾶς, ἔφη, ὅσοι ἐσμέν;

πῶς γὰρ οὔ;

ἢ τοίνυν τούτων, ἔφη, κρείττους γένεσθε ἢ μένετʼ αὐτοῦ.

οὐκοῦν, ἦν δʼ ἐγώ, ἔτι ἓν λείπεται, τὸ ἢν πείσωμεν ὑμᾶς ὡς χρὴ ἡμᾶς ἀφεῖναι;

ἦ καὶ δύναισθʼ ἄν, ἦ δʼ ὅς, πεῖσαι μὴ ἀκούοντας;

οὐδαμῶς, ἔφη ὁ Γλαύκων.

ὡς τοίνυν μὴ ἀκουσομένων, οὕτω διανοεῖσθε.

328aκαὶ ὁ Ἀδείμαντος, ἆρά γε, ἦ δʼ ὅς, οὐδʼ ἴστε ὅτι λαμπὰς ἔσται πρὸς ἑσπέραν ἀφʼ ἵππων τῇ θεῷ;

ἀφʼ ἵππων; ἦν δʼ ἐγώ· καινόν γε τοῦτο. λαμπάδια ἔχοντες διαδώσουσιν ἀλλήλοις ἁμιλλώμενοι τοῖς ἵπποις; ἢ πῶς λέγεις;

οὕτως, ἔφη ὁ Πολέμαρχος. καὶ πρός γε παννυχίδα ποιήσουσιν, ἣν ἄξιον θεάσασθαι· ἐξαναστησόμεθα γὰρ μετὰ τὸ δεῖπνον καὶ τὴν παννυχίδα θεασόμεθα. καὶ συνεσόμεθά τε πολλοῖς τῶν νέων αὐτόθι καὶ διαλεξόμεθα. ἀλλὰ μένετε 328bκαὶ μὴ ἄλλως ποιεῖτε.

καὶ ὁ Γλαύκων, ἔοικεν, ἔφη, μενετέον εἶναι.

ἀλλʼ εἰ δοκεῖ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν.

ἦιμεν οὖν οἴκαδε εἰς τοῦ Πολεμάρχου, καὶ Λυσίαν τε αὐτόθι κατελάβομεν καὶ Εὐθύδημον, τοὺς τοῦ Πολεμάρχου ἀδελφούς, καὶ δὴ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον καὶ Χαρμαντίδην τὸν Παιανιᾶ καὶ Κλειτοφῶντα τὸν Ἀριστωνύμου· ἦν δʼ ἔνδον καὶ ὁ πατὴρ ὁ τοῦ Πολεμάρχου Κέφαλος. καὶ μάλα πρεσβύτης μοι ἔδοξεν εἶναι· διὰ χρόνου γὰρ καὶ 328cἑωράκη αὐτόν. καθῆστο δὲ ἐστεφανωμένος ἐπί τινος προσκεφαλαίου τε καὶ δίφρου· τεθυκὼς γὰρ ἐτύγχανεν ἐν τῇ αὐλῇ. ἐκαθεζόμεθα οὖν παρʼ αὐτόν· ἔκειντο γὰρ δίφροι τινὲς αὐτόθι κύκλῳ.

εὐθὺς οὖν με ἰδὼν ὁ Κέφαλος ἠσπάζετό τε καὶ εἶπεν· ὦ Σώκρατες, οὐ δὲ θαμίζεις ἡμῖν καταβαίνων εἰς τὸν Πειραιᾶ. χρῆν μέντοι. εἰ μὲν γὰρ ἐγὼ ἔτι ἐν δυνάμει ἦ τοῦ ῥᾳδίως πορεύεσθαι πρὸς τὸ ἄστυ, οὐδὲν ἂν σὲ ἔδει δεῦρο 328dἰέναι, ἀλλʼ ἡμεῖς ἂν παρὰ σὲ ᾖμεν· νῦν δέ σε χρὴ πυκνότερον δεῦρο ἰέναι. ὡς εὖ ἴσθι ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι τε καὶ ἡδοναί. μὴ οὖν ἄλλως ποίει, ἀλλὰ τοῖσδέ τε τοῖς νεανίσκοις σύνισθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα ὡς παρὰ φίλους τε καὶ πάνυ οἰκείους.

καὶ μήν, ἦν δʼ ἐγώ, ὦ Κέφαλε, χαίρω γε διαλεγόμενος 328eτοῖς σφόδρα πρεσβύταις· δοκεῖ γάρ μοι χρῆναι παρʼ αὐτῶν πυνθάνεσθαι, ὥσπερ τινὰ ὁδὸν προεληλυθότων ἣν καὶ ἡμᾶς ἴσως δεήσει πορεύεσθαι, ποία τίς ἐστιν, τραχεῖα καὶ χαλεπή, ἢ ῥᾳδία καὶ εὔπορος. καὶ δὴ καὶ σοῦ ἡδέως ἂν πυθοίμην ὅτι σοι φαίνεται τοῦτο, ἐπειδὴ ἐνταῦθα ἤδη εἶ τῆς ἡλικίας ὃ δὴ

ἐπὶ γήραος οὐδῷ

φασιν εἶναι οἱ ποιηταί, πότερον χαλεπὸν τοῦ βίου, ἢ πῶς σὺ αὐτὸ ἐξαγγέλλεις.

329aἐγώ σοι, ἔφη, νὴ τὸν Δία ἐρῶ, ὦ Σώκρατες, οἷόν γέ μοι φαίνεται. πολλάκις γὰρ συνερχόμεθά τινες εἰς ταὐτὸν παραπλησίαν ἡλικίαν ἔχοντες, διασῴζοντες τὴν παλαιὰν παροιμίαν· οἱ οὖν πλεῖστοι ἡμῶν ὀλοφύρονται συνιόντες, τὰς ἐν τῇ νεότητι ἡδονὰς ποθοῦντες καὶ ἀναμιμνῃσκόμενοι περί τε τἀφροδίσια καὶ περὶ πότους τε καὶ εὐωχίας καὶ ἄλλʼ ἄττα ἃ τῶν τοιούτων ἔχεται, καὶ ἀγανακτοῦσιν ὡς μεγάλων τινῶν ἀπεστερημένοι καὶ τότε μὲν εὖ ζῶντες, νῦν δὲ οὐδὲ ζῶντες.

329bἔνιοι δὲ καὶ τὰς τῶν οἰκείων προπηλακίσεις τοῦ γήρως ὀδύρονται, καὶ ἐπὶ τούτῳ δὴ τὸ γῆρας ὑμνοῦσιν ὅσων κακῶν σφίσιν αἴτιον. ἐμοὶ δὲ δοκοῦσιν, ὦ Σώκρατες, οὗτοι οὐ τὸ αἴτιον αἰτιᾶσθαι. εἰ γὰρ ἦν τοῦτʼ αἴτιον, κἂν ἐγὼ τὰ αὐτὰ ταῦτα ἐπεπόνθη, ἕνεκά γε γήρως, καὶ οἱ ἄλλοι πάντες ὅσοι ἐνταῦθα ἦλθον ἡλικίας. νῦν δʼ ἔγωγε ἤδη ἐντετύχηκα οὐχ οὕτως ἔχουσιν καὶ ἄλλοις, καὶ δὴ καὶ Σοφοκλεῖ ποτε τῷ ποιητῇ παρεγενόμην ἐρωτωμένῳ ὑπό τινος· πῶς, ἔφη, 329cὦ Σοφόκλεις, ἔχεις πρὸς τἀφροδίσια; ἔτι οἷός τε εἶ γυναικὶ συγγίγνεσθαι; καὶ ὅς, εὐφήμει, ἔφη, ὦ ἄνθρωπε· ἁσμενέστατα μέντοι αὐτὸ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδράς. εὖ οὖν μοι καὶ τότε ἔδοξεν ἐκεῖνος εἰπεῖν, καὶ νῦν οὐχ ἧττον. παντάπασι γὰρ τῶν γε τοιούτων ἐν τῷ γήρᾳ πολλὴ εἰρήνη γίγνεται καὶ ἐλευθερία· ἐπειδὰν αἱ ἐπιθυμίαι παύσωνται κατατείνουσαι καὶ χαλάσωσιν, παντάπασιν τὸ τοῦ Σοφοκλέους γίγνεται, 329dδεσποτῶν πάνυ πολλῶν ἐστι καὶ μαινομένων ἀπηλλάχθαι. ἀλλὰ καὶ τούτων πέρι καὶ τῶν γε πρὸς τοὺς οἰκείους μία τις αἰτία ἐστίν, οὐ τὸ γῆρας, ὦ Σώκρατες, ἀλλʼ ὁ τρόπος τῶν ἀνθρώπων. ἂν μὲν γὰρ κόσμιοι καὶ εὔκολοι ὦσιν, καὶ τὸ γῆρας μετρίως ἐστὶν ἐπίπονον· εἰ δὲ μή, καὶ γῆρας, ὦ Σώκρατες, καὶ νεότης χαλεπὴ τῷ τοιούτῳ συμβαίνει.

καὶ ἐγὼ ἀγασθεὶς αὐτοῦ εἰπόντος ταῦτα, βουλόμενος ἔτι 329eλέγειν αὐτὸν ἐκίνουν καὶ εἶπον· ὦ Κέφαλε, οἶμαί σου τοὺς πολλούς, ὅταν ταῦτα λέγῃς, οὐκ ἀποδέχεσθαι ἀλλʼ ἡγεῖσθαί σε ῥᾳδίως τὸ γῆρας φέρειν οὐ διὰ τὸν τρόπον ἀλλὰ διὰ τὸ πολλὴν οὐσίαν κεκτῆσθαι· τοῖς γὰρ πλουσίοις πολλὰ παραμύθιά φασιν εἶναι.

ἀληθῆ, ἔφη, λέγεις· οὐ γὰρ ἀποδέχονται. καὶ λέγουσι μέν τι, οὐ μέντοι γε ὅσον οἴονται· ἀλλὰ τὸ τοῦ Θεμιστοκλέους εὖ ἔχει, ὃς τῷ Σεριφίῳ λοιδορουμένῳ καὶ λέγοντι 330aὅτι οὐ διʼ αὑτὸν ἀλλὰ διὰ τὴν πόλιν εὐδοκιμοῖ, ἀπεκρίνατο ὅτι οὔτʼ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτʼ ἐκεῖνος Ἀθηναῖος. καὶ τοῖς δὴ μὴ πλουσίοις, χαλεπῶς δὲ τὸ γῆρας φέρουσιν, εὖ ἔχει ὁ αὐτὸς λόγος, ὅτι οὔτʼ ἂν ὁ ἐπιεικὴς πάνυ τι ῥᾳδίως γῆρας μετὰ πενίας ἐνέγκοι οὔθʼ ὁ μὴ ἐπιεικὴς πλουτήσας εὔκολός ποτʼ ἂν ἑαυτῷ γένοιτο.

πότερον δέ, ἦν δʼ ἐγώ, ὦ Κέφαλε, ὧν κέκτησαι τὰ πλείω παρέλαβες ἢ ἐπεκτήσω;

330bποῖʼ ἐπεκτησάμην, ἔφη, ὦ Σώκρατες; μέσος τις γέγονα χρηματιστὴς τοῦ τε πάππου καὶ τοῦ πατρός. ὁ μὲν γὰρ πάππος τε καὶ ὁμώνυμος ἐμοὶ σχεδόν τι ὅσην ἐγὼ νῦν οὐσίαν κέκτημαι παραλαβὼν πολλάκις τοσαύτην ἐποίησεν, Λυσανίας δὲ ὁ πατὴρ ἔτι ἐλάττω αὐτὴν ἐποίησε τῆς νῦν οὔσης· ἐγὼ δὲ ἀγαπῶ ἐὰν μὴ ἐλάττω καταλίπω τούτοισιν, ἀλλὰ βραχεῖ γέ τινι πλείω ἢ παρέλαβον.

οὗ τοι ἕνεκα ἠρόμην, ἦν δʼ ἐγώ, ὅτι μοι ἔδοξας οὐ σφόδρα 330cἀγαπᾶν τὰ χρήματα, τοῦτο δὲ ποιοῦσιν ὡς τὸ πολὺ οἳ ἂν μὴ αὐτοὶ κτήσωνται· οἱ δὲ κτησάμενοι διπλῇ ἢ οἱ ἄλλοι ἀσπάζονται αὐτά. ὥσπερ γὰρ οἱ ποιηταὶ τὰ αὑτῶν ποιήματα καὶ οἱ πατέρες τοὺς παῖδας ἀγαπῶσιν, ταύτῃ τε δὴ καὶ οἱ χρηματισάμενοι περὶ τὰ χρήματα σπουδάζουσιν ὡς ἔργον ἑαυτῶν, καὶ κατὰ τὴν χρείαν ᾗπερ οἱ ἄλλοι. χαλεποὶ οὖν καὶ συγγενέσθαι εἰσίν, οὐδὲν ἐθέλοντες ἐπαινεῖν ἀλλʼ ἢ τὸν πλοῦτον.

ἀληθῆ, ἔφη, λέγεις.

330dπάνυ μὲν οὖν, ἦν δʼ ἐγώ. ἀλλά μοι ἔτι τοσόνδε εἰπέ· τί μέγιστον οἴει ἀγαθὸν ἀπολελαυκέναι τοῦ πολλὴν οὐσίαν κεκτῆσθαι;

ὅ, ἦ δʼ ὅς, ἴσως οὐκ ἂν πολλοὺς πείσαιμι λέγων. εὖ γὰρ ἴσθι, ἔφη, ὦ Σώκρατες, ὅτι, ἐπειδάν τις ἐγγὺς ᾖ τοῦ οἴεσθαι τελευτήσειν, εἰσέρχεται αὐτῷ δέος καὶ φροντὶς περὶ ὧν ἔμπροσθεν οὐκ εἰσῄει. οἵ τε γὰρ λεγόμενοι μῦθοι περὶ τῶν ἐν Ἅιδου, ὡς τὸν ἐνθάδε ἀδικήσαντα δεῖ ἐκεῖ διδόναι 330eδίκην, καταγελώμενοι τέως, τότε δὴ στρέφουσιν αὐτοῦ τὴν ψυχὴν μὴ ἀληθεῖς ὦσιν· καὶ αὐτός—ἤτοι ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας ἢ καὶ ὥσπερ ἤδη ἐγγυτέρω ὢν τῶν ἐκεῖ μᾶλλόν τι καθορᾷ αὐτά—ὑποψίας δʼ οὖν καὶ δείματος μεστὸς γίγνεται καὶ ἀναλογίζεται ἤδη καὶ σκοπεῖ εἴ τινά τι ἠδίκησεν.

ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει 331aκαὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ γηροτρόφος, ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ,

γλυκεῖά οἱ καρδίαν

ἀτάλλοισα γηροτρόφος συναορεῖ

ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον

γνώμαν κυβερνᾷ.

εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ 331bτι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα ἢ θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι.

331cπαγκάλως, ἦν δʼ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν.

331dὀρθῶς, ἔφη, λέγεις.

οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι.

πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι.

καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι.

οὐκοῦν, ἔφη, ἐγώ, ὁ Πολέμαρχος, τῶν γε σῶν κληρονόμος;

πάνυ γε, ἦ δʼ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά.

331eλέγε δή, εἶπον ἐγώ, σὺ ὁ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης;

ὅτι, ἦ δʼ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι· τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.

Vocabulario del texto · 430 palabras
  1. ἀγαθός, -ή, -όν bueno; καλὸς κἀγαθός: hombre de bien; τὸ ἀγαθόν: el bien 3 terminaciones
  2. ἄγαμαι, aor. ἠγάσθην admirar deponente
  3. ἀγανακτέω, aor. ἠγανάκτησα irritarse, indignarse contracto en -έω
  4. ἀγαπάω amar, estimar; contentarse con contracto en -άω
  5. ἄγριος, -α, -ον salvaje, fiero 3 terminaciones
  6. ἄγω, fut. ἄξω, aor. ἤγαγον llevar, conducir; ἄγε: ¡vamos! en -ω
  7. ὁ Ἀδείμαντος, -ου Adimanto (hermano de Platón y de Glaucón) nombre propio
  8. ὁ ἀδελφός, -οῦ hermano m. · 2.ª decl.
  9. ὁ ᾍδης, -ου (ép. gen. Ἄϊδος) Hades nombre propio
  10. ἀδικέω, aor. ἠδίκησα obrar mal, hacer daño contracto en -έω
  11. τὸ ἀδίκημα, -ατος injusticia, delito n. · 3.ª decl.
  12. ἄδικος, -ον injusto 2 terminaciones
  13. ἀεί (ép. αἰεί) siempre adverbio
  14. Ἀθηναῖος, -α, -ον ateniense nombre propio
  15. ἡ αἰτία, -ας causa f. · 1.ª decl.
  16. αἰτιάομαι, aor. ᾐτιασάμην acusar, culpar; alegar como causa deponente contracto
  17. αἴτιος, -α, -ον causante, responsable 3 terminaciones
  18. ἀκούω, fut. ἀκούσομαι, aor. ἤκουσα oír en -ω
  19. ἄκων, ἄκουσα, ἆκον contra su voluntad, a la fuerza 3 terminaciones
  20. ἡ ἀλήθεια, -ας verdad f. · 1.ª decl.
  21. ἀληθής, -ές verdadero 2 terminaciones
  22. ἀλλά pero, sino conjunción
  23. ἀλλήλων unos a otros (recíproco) pronombre
  24. ἄλλος, -η, -ο otro pronombre
  25. ἅμα a la vez; (+ dat.) junto con adverbio y preposición
  26. ἁμιλλάομαι competir, rivalizar deponente contracto
  27. ἄν partícula modal (potencial, irreal, eventual) partícula
  28. ἀναλογίζομαι calcular, hacer cuentas, reflexionar sobre deponente
  29. ἀναμιμνῄσκω recordar; med.: acordarse en -ω
  30. ὁ ἀνήρ, ἀνδρός hombre, varón; marido m. · 3.ª decl.
  31. ὁ ἄνθρωπος, -ου hombre, ser humano m. · 2.ª decl.
  32. ἀντί (+ gen.) en lugar de, a cambio de preposición
  33. ἄξιος, -α, -ον digno 3 terminaciones
  34. ἀπαιτέω, aor. ἀπῄτησα reclamar, pedir la devolución contracto en -έω
  35. ἀπαλλάττω, aor. pas. ἀπηλλάγην apartar, librar; pas.: irse, marcharse en -ω
  36. ἄπειμι (εἶμι), impf. ἀπῇα irse, marcharse en -μι
  37. ἁπλοῦς, -ῆ, -οῦν simple, sencillo; ἁπλῶς: simplemente 3 terminaciones
  38. ἀπό (+ gen.) de, desde preposición
  39. ἀποδέχομαι aceptar, aprobar, acoger deponente
  40. ἀποδιδράσκω, aor. ἀπέδραν escapar, fugarse en -ω
  41. ἀποδίδωμι, aor. ἀπέδωκα devolver, entregar en -μι
  42. ἀποκρίνω, aor. ἀπέκρινα separar, apartar (cf. ἀποκρίνομαι, responder) en -ω
  43. ἀπολαύω, aor. ἀπέλαυσα (+ gen.) disfrutar de en -ω
  44. ἀπομαραίνομαι marchitarse, consumirse deponente
  45. ἀποστερέω, pf. ἀπεστέρηκα privar, despojar (de: gen.) en -ω
  46. ἀποφεύγω, aor. ἀπέφυγον escapar de, librarse de en -ω
  47. ἄρα entonces, por tanto partícula
  48. ἆρα ¿acaso? (interrogativa) partícula
  49. ὁ Ἀρίστων, -ωνος Aristón (padre de Platón, Glaucón y Adimanto) nombre propio
  50. ὁ Ἀριστώνυμος, -ου Aristónimo (padre de Clitofonte) nombre propio
  51. ἡ ἀσθένεια, -ας debilidad; enfermedad f. · 1.ª decl.
  52. ἄσμενος, -η, -ον contento, gustoso; ἄσμενοι ἐκ θανάτοιο: felices de escapar de la muerte 3 terminaciones
  53. ἀσπάζομαι, aor. ἠσπασάμην saludar, abrazar deponente
  54. τὸ ἄστυ, -εως ciudad n. · 3.ª decl.
  55. ἀτάλλω (eol. part. ἀτάλλοισα) criar, alimentar, cuidar en -ω
  56. ἅτε (+ part.) puesto que, como partícula
  57. ἄττα (át. = τινά) algunas cosas, unas cuantas pronombre
  58. αὖ a su vez, de nuevo adverbio
  59. ἡ αὐλή, -ῆς patio, corral, recinto f. · 1.ª decl.
  60. αὐξάνω, aor. ηὔξησα aumentar; pas.: crecer en -ω
  61. αὐτός, -ή, -ό él; mismo; ὁ αὐτός: el mismo pronombre
  62. ἀφίημι, aor. ἀφῆκα soltar, dejar, renunciar a en -μι
  63. ἀφροδίσιος, -α, -ον de Afrodita; τὰ ἀφροδίσια: los placeres del amor 3 terminaciones
  64. ὁ βίος, -ου vida; medios de vida, hacienda m. · 2.ª decl.
  65. βούλομαι, aor. ἐβουλήθην querer deponente
  66. βραχύς, -εῖα, -ύ breve, corto 3 terminaciones
  67. γάρ pues, porque partícula
  68. γε al menos, por cierto (enfática) partícula
  69. γελάω, aor. ἐγέλασα reír contracto en -άω
  70. τὸ γῆρας, -ως vejez n. · 3.ª decl.
  71. γηροτρόφος, -ον que sustenta en la vejez 2 terminaciones
  72. γίγνομαι (γίνομαι), fut. γενήσομαι, aor. ἐγενόμην, perf. γέγονα llegar a ser, nacer, suceder deponente
  73. ὁ Γλαύκων, -ωνος Glaucón (hermano de Platón) nombre propio
  74. γλυκύς, -εῖα, -ύ (ép. comp. γλυκερώτερος) dulce 3 terminaciones
  75. ἡ γνώμη, -ης opinión, parecer, propósito f. · 1.ª decl.
  76. ἡ γυνή, γυναικός mujer, esposa f. · 3.ª decl.
  77. δέ y, pero (correlativa de μέν) partícula
  78. δεῖ, fut. δεήσει, impf. ἔδει es necesario, hay que (impersonal) impersonal
  79. δείδω, aor. ἔδεισα, perf. δέδοικα temer en -ω
  80. τὸ δεῖμα, -ατος temor, espanto n. · 3.ª decl.
  81. δειμαίνω temer, tener miedo en -ω
  82. τὸ δεῖπνον, -ου cena, comida n. · 2.ª decl.
  83. τὸ δέος, -ους temor n. · 3.ª decl.
  84. ὁ δεσπότης, -ου amo, señor m. · 1.ª decl.
  85. δεῦρο aquí, hacia aquí adverbio
  86. δέω, aor. ἔδησα atar contracto en -έω
  87. δή pues bien, precisamente (enfática) partícula
  88. διά (+ gen.) a través de, por medio de; (+ ac.) a causa de preposición
  89. διάγω pasar (el tiempo), vivir en -ω
  90. διαδίδωμι, fut. διαδώσω distribuir, pasar de mano en mano en -μι
  91. διαλέγομαι, aor. διελέχθην (+ dat.) conversar deponente
  92. διανοέομαι, aor. διενοήθην pensar, proponerse deponente contracto
  93. διασῴζω conservar, mantener a salvo en -ω
  94. δίδωμι, fut. δώσω, aor. ἔδωκα dar en -μι
  95. δίκαιος, -α, -ον justo 3 terminaciones
  96. ἡ δικαιοσύνη, -ης justicia f. · 1.ª decl.
  97. ἡ δίκη, -ης juicio, sentencia; pena f. · 1.ª decl.
  98. διπλοῦς, -ῆ, -οῦν doble, de dos plantas 3 terminaciones
  99. ὁ δίφρος, -ου carro; asiento m. · 2.ª decl.
  100. δοκέω, aor. ἔδοξα parecer; creer contracto en -έω
  101. δοξάζω opinar, creer; glorificar en -ω
  102. δύναμαι, aor. ἐδυνήθην poder deponente
  103. ἡ δύναμις, -εως fuerza; tropas f. · 3.ª decl.
  104. ἐάν (ἄν, ἤν; κἄν = καὶ ἐάν) si (+ subj.) conjunción
  105. ἑαυτοῦ, -ῆς, -οῦ de sí mismo (reflexivo) pronombre
  106. ἐγγύς (sup. ἐγγύτατα) cerca adverbio
  107. ἐγείρω despertar, levantar; pas.: despertarse en -ω
  108. ἐγώ, ἐμοῦ / μου; pl. ἡμεῖς yo; nosotros pronombre
  109. ἐθέλω (θέλω), aor. ἠθέλησα querer en -ω
  110. εἰ si conjunción
  111. εἰμί, fut. ἔσομαι, impf. ἦν ser, estar, existir en -μι
  112. εἶμι, impf. ᾖα, inf. ἰέναι, part. ἰών ir (en ático, futuro de ἔρχομαι) en -μι
  113. εἴπερ si es que, si de verdad conjunción
  114. ἡ εἰρήνη, -ης paz f. · 1.ª decl.
  115. εἷς, μία, ἕν uno numeral
  116. εἰς (ἐς) (+ ac.) a, hacia, hasta preposición
  117. εἴσειμι (εἶμι) entrar en -μι
  118. εἰσέρχομαι, aor. εἰσῆλθον entrar deponente
  119. ἐκ, ἐξ (+ gen.) de, desde, fuera de preposición
  120. ἕκαστος, -η, -ον cada uno pronombre
  121. ἐκεῖ allí adverbio
  122. ἐκεῖνος, -η, -ο aquel pronombre
  123. ἐκεῖσε hacia allí adverbio
  124. ἐλάττων, ἔλαττον (ἐλάσσων) menor; ἐλάττω (adv.): menos 2 terminaciones
  125. ἐλάχιστος, -η, -ον mínimo, el más pequeño 3 terminaciones
  126. ἡ ἐλευθερία, -ας libertad f. · 1.ª decl.
  127. ἡ ἐλπίς, -ίδος esperanza f. · 3.ª decl.
  128. ἔμπροσθεν delante; (+ gen.) delante de adverbio y preposición
  129. ἐν (+ dat.) en preposición
  130. ἔνδον dentro adverbio
  131. ἕνεκα (+ gen., pospuesta) por causa de, por preposición
  132. ἐνθάδε aquí adverbio
  133. ἔνιοι, -αι, -α algunos pronombre
  134. ἐνίοτε a veces adverbio
  135. ἐνταῦθα aquí, allí adverbio
  136. ἐντυγχάνω, aor. ἐνέτυχον (+ dat.) encontrarse con; leer en -ω
  137. ἐξαγγέλλω, fut. ἐξαγγελῶ anunciar, divulgar, contar en -ω
  138. ἐξανίστημι hacer levantar; med. y aor. intr.: levantarse en -μι
  139. ἐξαπατάω, aor. ἐξηπάτησα engañar contracto en -άω
  140. ἔοικα (perf.); εἰκός parecer; τὸ εἰκός: lo probable perfecto-presente
  141. ἡ ἑορτή, -ῆς fiesta f. · 1.ª decl.
  142. ἐπαινέω, aor. ἐπῄνεσα elogiar contracto en -έω
  143. ἐπειδή (ἐπειδάν + subj.) cuando, después de que; puesto que conjunción
  144. ἔπειτα después, luego adverbio
  145. ἐπί (+ gen.) sobre, en; (+ dat.) sobre, en poder de; (+ ac.) hacia, contra preposición
  146. ἐπιεικής, -ές razonable, capaz 2 terminaciones
  147. ἡ ἐπιθυμία, -ας deseo f. · 1.ª decl.
  148. ἐπικτάομαι, aor. ἐπεκτησάμην adquirir además, añadir a lo que se tiene deponente contracto
  149. ἐπιμελέομαι, fut. ἐπιμελήσομαι (+ gen.) ocuparse de, cuidar deponente contracto
  150. ἐπίπονος, -ον penoso, fatigoso 2 terminaciones
  151. ἐπιχώριος, -α, -ον del país, local 3 terminaciones
  152. τὸ ἔργον, -ου obra, hecho, trabajo n. · 2.ª decl.
  153. ἔρομαι (aor. ἠρόμην) preguntar deponente
  154. ἔρχομαι, fut. εἶμι / ἐλεύσομαι, aor. ἦλθον ir, venir deponente
  155. ἐρωτάω, aor. ἠρώτησα preguntar contracto en -άω
  156. ἡ ἑσπέρα, -ας tarde, atardecer f. · 1.ª decl.
  157. ἔτι todavía, aún adverbio
  158. εὖ bien; εὖ ποιεῖν: hacer bien a adverbio
  159. εὐδοκιμέω tener buena fama contracto en -έω
  160. ὁ Εὐθύδημος, -ου Eutidemo (hermano de Polemarco) nombre propio
  161. εὐθύς enseguida, al punto adverbio
  162. εὔκολος, -ον de buen carácter, contento, apacible 2 terminaciones
  163. εὔπορος, -ον acomodado, rico; fácil 2 terminaciones
  164. εὑρίσκω, aor. εὗρον, aor. pas. εὑρέθην encontrar en -ω
  165. εὐφημέω guardar silencio religioso; decir palabras de buen agüero contracto en -έω
  166. ἡ εὐωχία, -ας banquete, festín f. · 1.ª decl.
  167. ἔχω, fut. ἕξω, aor. ἔσχον, impf. εἶχον tener; (+ adv.) estar; (+ inf.) poder en -ω
  168. ζάω, aor. ἔζησα vivir contracto en -άω
  169. ὁ Ζεύς, Διός Zeus nombre propio
  170. ἦ en verdad; ¿acaso?; ἦ μήν: sin duda (en juramentos) partícula
  171. ἤ o; que (tras comparativo) conjunción
  172. ἡγέομαι, aor. ἡγησάμην guiar, ir delante; considerar, creer deponente contracto
  173. ἤδη ya adverbio
  174. ἡ ἡδονή, -ῆς placer f. · 1.ª decl.
  175. ἡδύς, -εῖα, -ύ (comp. ἡδίων, sup. ἥδιστος) dulce, agradable 3 terminaciones
  176. ἥκω, fut. ἥξω haber llegado, estar aquí en -ω
  177. ἡ ἡλικία, -ας edad; juventud f. · 1.ª decl.
  178. ᾗπερ por donde precisamente, como precisamente adverbio
  179. ἤτοι o bien; ciertamente conjunción
  180. ἥττων, ἧττον (ἥσσων) ἧττον (adv.): menos 2 terminaciones
  181. θαμά a menudo adverbio
  182. θαμίζω frecuentar, venir a menudo en -ω
  183. θαυμαστός, -ή, -όν admirable, maravilloso 3 terminaciones
  184. θεάομαι, aor. ἐθεασάμην contemplar, ver deponente contracto
  185. θεῖος, -α, -ον divino; τὸ θεῖον: la divinidad 3 terminaciones
  186. ὁ Θεμιστοκλῆς, -έους Temístocles (general ateniense) nombre propio
  187. ὁ θεός, -οῦ dios m. · 2.ª decl.
  188. θεωρέω contemplar, ser espectador (de una fiesta o espectáculo) en -ω
  189. θνητός, -ή, -όν mortal 3 terminaciones
  190. ὁ Θρᾷξ, Θρᾳκός tracio nombre propio
  191. ὁ Θρασύμαχος, -ου Trasímaco (sofista de Calcedonia) nombre propio
  192. ἡ θυσία, -ας sacrificio f. · 1.ª decl.
  193. θύω, aor. ἔθυσα, aor. pas. ἐτύθην sacrificar en -ω
  194. ἱερός, -ά, -όν (ép. ἱρός) sagrado; τὰ ἱερά: los sacrificios 3 terminaciones
  195. τὸ ἱμάτιον, -ου manto; pl.: ropa n. · 2.ª decl.
  196. ὁ ἵππος, -ου caballo m. · 2.ª decl.
  197. ἴσος, -η, -ον ἐξ ἴσου: en pie de igualdad 3 terminaciones
  198. καθέζομαι sentarse deponente
  199. κάθημαι estar sentado deponente
  200. καθοράω, aor. κατεῖδον divisar, ver desde arriba contracto en -άω
  201. καί y; también, incluso conjunción
  202. καινός, -ή, -όν nuevo, extraño 3 terminaciones
  203. κακός, -ή, -όν malo; κακὰ ἐργάζεσθαι: hacer daño 3 terminaciones
  204. καλός, -ή, -όν (sup. κάλλιστος) hermoso, bueno 3 terminaciones
  205. Καλχηδόνιος, -α, -ον de Calcedonia 3 terminaciones
  206. ἡ καρδία, -ας corazón f. · 1.ª decl.
  207. κατά (+ gen.) contra, hacia abajo; (+ ac.) por, según, a lo largo de preposición
  208. καταβαίνω, aor. κατέβην bajar en -ω
  209. καταγελάω reírse de contracto en -άω
  210. καταλαμβάνω, aor. κατέλαβον sorprender, encontrar; apoderarse de en -ω
  211. καταλιμπάνω, aor. κατέλιπον dejar atrás, dejar (en herencia) en -ω
  212. κατατείνω tender, estirar; intr.: esforzarse, insistir con vehemencia en -ω
  213. κεῖμαι, impf. ἐκείμην yacer, estar puesto deponente
  214. κελεύω, aor. ἐκέλευσα ordenar, mandar en -ω
  215. ὁ Κέφαλος, -ου Céfalo (padre de Lisias y Polemarco) nombre propio
  216. κινέω, aor. ἐκίνησα, aor. pas. ἐκινήθην mover; suscitar contracto en -έω
  217. ὁ Κλειτοφῶν, -ῶντος Clitofonte (hijo de Aristónimo) nombre propio
  218. ὁ κληρονόμος, -ου heredero m. · 2.ª decl.
  219. κόσμιος, -α, -ον ordenado, honrado, decente 3 terminaciones
  220. κρείττων, -ον (κρείσσων) mejor, superior (comp. de ἀγαθός) 2 terminaciones
  221. κτάομαι, aor. ἐκτησάμην, perf. κέκτημαι adquirir; perf.: poseer deponente contracto
  222. ἡ κτῆσις, -εως posesión, hacienda f. · 3.ª decl.
  223. κυβερνάω gobernar (una nave), pilotar contracto en -άω
  224. ὁ κύκλος, -ου círculo; κύκλῳ: alrededor m. · 2.ª decl.
  225. λαμβάνω, fut. λήψομαι, aor. ἔλαβον coger, tomar, recibir en -ω
  226. τὸ λαμπάδιον, -ου antorcha pequeña n. · 2.ª decl.
  227. ἡ λαμπάς, -άδος antorcha; carrera de antorchas f. · 3.ª decl.
  228. λέγω, fut. ἐρῶ, aor. εἶπον, perf. pas. εἴρημαι decir en -ω
  229. λείπω, aor. ἔλιπον dejar, abandonar en -ω
  230. ὁ λόγος, -ου palabra, discurso, razón; ἑνὶ λόγῳ: en una palabra m. · 2.ª decl.
  231. λοιδορέω insultar, injuriar en -ω
  232. ὁ Λυσανίας, -ου Lisanias (abuelo de Céfalo) nombre propio
  233. ὁ Λυσίας, -ου Lisias (orador, hijo de Céfalo) nombre propio
  234. λυσσάω enfurecerse, estar rabioso contracto en -άω
  235. μαίνομαι estar loco, enloquecer deponente
  236. μάλα muy, mucho adverbio
  237. μάλιστα sobre todo, lo más adverbio
  238. μᾶλλον más adverbio
  239. μέγας, μεγάλη, μέγα grande 3 terminaciones
  240. μέγιστος, -η, -ον el mayor (superl. de μέγας) 3 terminaciones
  241. μέν por una parte (correlativa de δέ) partícula
  242. μέντοι sin embargo; desde luego partícula
  243. μένω, aor. ἔμεινα quedarse, permanecer; esperar en -ω
  244. τὸ μέρος, -ους parte; παρὰ μέρος: por turno n. · 3.ª decl.
  245. μέσος, -η, -ον que está en medio; el centro de 3 terminaciones
  246. μεστός, -ή, -όν (+ gen.) lleno 3 terminaciones
  247. μετά (+ gen.) con; (+ ac.) después de preposición
  248. μεταστρέφω dar la vuelta; med.: volverse en -ω
  249. μέτριος, -α, -ον moderado 3 terminaciones
  250. μή no (negación subjetiva) adverbio
  251. μηδέ ni, ni siquiera conjunción
  252. μηδείς, μηδεμία, μηδέν nadie, ninguno, nada pronombre
  253. μήν ciertamente; καὶ μήν: y además; γε μήν: sin embargo partícula
  254. ὁ μῦθος, -ου palabra, discurso; relato m. · 2.ª decl.
  255. ὁ νεανίσκος, -ου muchacho, jovencito m. · 2.ª decl.
  256. νέος, -α, -ον (comp. νεώτερος) joven, nuevo; comp.: el menor 3 terminaciones
  257. ἡ νεότης, -ητος juventud f. · 3.ª decl.
  258. νή sí, por (+ ac., en juramentos): νὴ Δία partícula
  259. ὁ Νικήρατος, -ου Nicérato (hijo del general Nicias) nombre propio
  260. ὁ Νικίας, -ου Nicias (general ateniense) nombre propio
  261. ὁ νοῦς, νοῦ (jón. νόος) ἐν νῷ ἔχειν: tener intención; νοῦν ἔχειν: tener juicio m. · 2.ª decl.
  262. νῦν ahora adverbio
  263. ὁ, ἡ, τό el, la, lo; ὁ μέν... ὁ δέ: uno... otro artículo
  264. ὅδε, ἥδε, τόδε este (de aquí) pronombre
  265. ἡ ὁδός, -οῦ camino f. · 2.ª decl.
  266. ὀδύρομαι lamentarse, llorar deponente
  267. οἶδα, fut. εἴσομαι, plusc. ᾔδη saber perfecto-presente
  268. οἴκαδε a casa adverbio
  269. οἰκεῖος, -α, -ον τὰ οἰκεῖα: los asuntos propios 3 terminaciones
  270. οἴομαι (οἶμαι), aor. ᾠήθην creer, suponer deponente
  271. οἷος, -α, -ον cual, tal como pronombre
  272. ὀλίγος, -η, -ον poco; κατ᾽ ὀλίγον: poco a poco; μετ᾽ ὀλίγον: dentro de poco 3 terminaciones
  273. ὀλοφύρομαι lamentarse deponente
  274. ὁμώνυμος, -ον del mismo nombre, homónimo 2 terminaciones
  275. ὀνομαστός, -ή, -όν famoso, renombrado 3 terminaciones
  276. ὄπισθεν (jón. ὄπισθε) detrás; (+ gen.) detrás de adverbio y preposición
  277. τὸ ὅπλον, -ου arma n. · 2.ª decl.
  278. ὅπου donde adverbio
  279. ὁράω, fut. ὄψομαι, aor. εἶδον, perf. ἑώρακα ver contracto en -άω
  280. ὀρθός, -ή, -όν recto, correcto 3 terminaciones
  281. ὁρμάω; med. ὁρμάομαι impulsar; med.: partir, tener su base en contracto en -άω
  282. ὁ ὅρος, -ου límite, término; definición m. · 2.ª decl.
  283. ὅς, ἥ, ὅ que, el cual (relativo) pronombre
  284. ὅσιος, -α, -ον piadoso, permitido por la ley divina 3 terminaciones
  285. ὅσος, -η, -ον cuanto, cuan grande pronombre
  286. ὅταν cuando conjunción
  287. ὅτι que; porque; (+ superl.) lo más... posible; ὅτι μή: salvo que conjunción
  288. οὐ, οὐκ, οὐχ no adverbio
  289. οὗ, οἷ, ἕ de sí, a sí (reflexivo de 3.ª pers.) pronombre
  290. οὐδαμῶς de ningún modo adverbio
  291. οὐδέ ni, ni siquiera conjunción
  292. οὐδείς, οὐδεμία, οὐδέν nadie, ninguno, nada pronombre
  293. ὁ οὐδός, -οῦ umbral (ἐπὶ γήραος οὐδῷ: en el umbral de la vejez) m. · 2.ª decl.
  294. οὐκοῦν así pues, ¿entonces...? partícula
  295. οὖν así pues, por tanto partícula
  296. ἡ οὐσία, -ας hacienda, bienes f. · 1.ª decl.
  297. οὔτε ni conjunción
  298. οὗτος, αὕτη, τοῦτο este, ese pronombre
  299. οὕτως, οὕτω así adverbio
  300. ὀφείλω deber en -ω
  301. πάγκαλος, -η, -ον hermosísimo, excelente; adv. παγκάλως: perfectamente 3 terminaciones
  302. ὁ Παιανιεύς, -έως del demo de Peania nombre propio
  303. ὁ, ἡ παῖς, παιδός niño, hijo; criado m./f. · 3.ª decl.
  304. παλαιός, -ά, -όν antiguo 3 terminaciones
  305. ἡ παννυχίς, -ίδος fiesta nocturna, vigilia f. · 3.ª decl.
  306. παντάπασι(ν) del todo, completamente adverbio
  307. πάνυ muy, del todo adverbio
  308. ὁ πάππος, -ου abuelo m. · 2.ª decl.
  309. παρά (+ gen.) de parte de; (+ dat.) junto a, en casa de; (+ ac.) junto a, hacia preposición
  310. παραγίγνομαι (-γίνομαι), aor. παρεγενόμην llegar, presentarse deponente
  311. παραδίδωμι, aor. παρέδωκα entregar, transmitir en -μι
  312. παραλαμβάνω, aor. παρέλαβον recibir, acoger en -ω
  313. τὸ παραμύθιον, -ου consuelo, alivio n. · 2.ª decl.
  314. παραπλήσιος, -α, -ον semejante, parecido 3 terminaciones
  315. πάρειμι (εἰμί) estar presente; τὸ παρόν: el presente en -μι
  316. ἡ παροιμία, -ας proverbio, refrán f. · 1.ª decl.
  317. πᾶς, πᾶσα, πᾶν todo, cada 3 terminaciones
  318. πάσχω, fut. πείσομαι, aor. ἔπαθον, perf. πέπονθα experimentar, sufrir, pasarle a uno algo en -ω
  319. ὁ πατήρ, πατρός padre m. · 3.ª decl.
  320. παύω, aor. ἔπαυσα hacer cesar; med.: cesar en -ω
  321. πείθω, aor. ἔπεισα; med. πείθομαι persuadir; med.: obedecer, creer en -ω
  322. ὁ Πειραιεύς, -ῶς el Pireo nombre propio
  323. πέμπω, aor. ἔπεμψα, aor. pas. ἐπέμφθην enviar en -ω
  324. ἡ πενία, -ας pobreza f. · 1.ª decl.
  325. περί (+ gen.) acerca de; (+ ac.) en torno a, respecto a preposición
  326. περιμένω, aor. περιέμεινα esperar en -ω
  327. ὁ Πίνδαρος, -ου Píndaro nombre propio
  328. πλεῖστος, -η, -ον muchísimo, el mayor número (superl. de πολύς) 3 terminaciones
  329. πλούσιος, -α, -ον rico 3 terminaciones
  330. πλουτέω, aor. ἐπλούτησα ser rico contracto en -έω
  331. ὁ πλοῦτος, -ου riqueza m. · 2.ª decl.
  332. ποθέω, aor. ἐπόθησα añorar, desear contracto en -έω
  333. ποι (enclít.) a algún lugar adverbio
  334. ποιέω, aor. ἐποίησα hacer contracto en -έω
  335. τὸ ποίημα, -ατος poema, obra n. · 3.ª decl.
  336. ὁ ποιητής, -οῦ poeta m. · 1.ª decl.
  337. ποῖος, -α, -ον ¿qué?, ¿cuál?, ¿de qué clase? pronombre
  338. ὁ Πολέμαρχος, -ου Polemarco (hijo de Céfalo, hermano de Lisias) nombre propio
  339. ἡ πόλις, -εως ciudad f. · 3.ª decl.
  340. πολλάκις muchas veces adverbio
  341. πολύς, πολλή, πολύ mucho; ὡς τὰ πολλά: la mayoría de las veces 3 terminaciones
  342. πολύστροφος, -ον versátil, cambiante 2 terminaciones
  343. ἡ πομπή, -ῆς escolta, envío (a casa) f. · 1.ª decl.
  344. πορεύω; med. πορεύομαι llevar; med.: ir, marchar en -ω
  345. πόρρωθεν de lejos, desde lejos adverbio
  346. ποτε (enclít.) una vez, alguna vez adverbio
  347. πότερον... ἤ si... o (interr. doble) conjunción
  348. τὸ ποτόν, -οῦ bebida n. · 2.ª decl.
  349. που (enclít.) en alguna parte; supongo, quizá adverbio
  350. πρέπω distinguirse; πρέπει: conviene en -ω
  351. ὁ πρεσβύτης, -ου anciano, viejo m. · 1.ª decl.
  352. προέρχομαι, aor. προῆλθον avanzar deponente
  353. ἡ προπηλάκισις, -εως ultraje, afrenta f. · 3.ª decl.
  354. πρός (+ ac.) hacia, a, ante, respecto a preposición
  355. προσέρχομαι, aor. προσῆλθον acercarse deponente
  356. προσεύχομαι, fut. προσεύξομαι orar, rezar (a una divinidad) deponente
  357. τὸ προσκεφάλαιον, -ου almohada, cojín n. · 2.ª decl.
  358. πρῶτος, -η, -ον (adv. πρῶτον) primero 3 terminaciones
  359. πυκνός (ép. πυκινός), -ή, -όν denso, apretado; sagaz 3 terminaciones
  360. πυνθάνομαι, aor. ἐπυθόμην preguntar, informarse deponente
  361. πῶς ¿cómo? adverbio
  362. ῥᾴδιος, -α, -ον (ép. adv. ῥηιδίως) fácil; ῥηιδίως: fácilmente 3 terminaciones
  363. ὁ Σερίφιος, -ου serifio, natural de Sérifos nombre propio
  364. ὁ Σιμωνίδης, -ου Simónides (poeta de Ceos) nombre propio
  365. σκοπέω examinar, considerar contracto en -έω
  366. σός, σή, σόν tuyo 3 terminaciones
  367. ὁ Σοφοκλῆς, -έους Sófocles (poeta trágico) nombre propio
  368. σπουδάζω, aor. ἐσπούδασα afanarse, buscar con empeño en -ω
  369. στεφανόω, aor. ἐστεφάνωσα coronar contracto en -όω
  370. στρέφω, aor. ἔστρεψα volver, girar; pas.: dar vueltas en -ω
  371. σύ, σοῦ / σου; pl. ὑμεῖς tú; vosotros pronombre
  372. συγγίγνομαι, aor. συνεγενόμην (+ dat.) tratar con, encontrarse con deponente
  373. συμβαίνω ocurrir, suceder en -ω
  374. συμβάλλω; med. συμβάλλομαι juntar; med.: contribuir, aportar en -ω
  375. συναορέω (poét.) acompañar, estar unido a en -ω
  376. σύνειμι (εἰμί), fut. συνέσομαι (+ dat.) estar con, convivir en -μι
  377. συνέρχομαι, aor. συνῆλθον (+ dat.) reunirse; unirse (sexualmente) deponente
  378. σύνοιδα, plusc. συνῄδη (+ dat. reflexivo) tener conciencia de perfecto-presente
  379. σφεῖς, σφῶν, σφίσι ellos (reflexivo indirecto de 3.ª pl.) pronombre
  380. σφόδρα mucho, muy adverbio
  381. σχεδόν casi adverbio
  382. ὁ Σωκράτης, -ους Sócrates (el aqueo) nombre propio
  383. τὸ σῶμα, -ατος cuerpo n. · 3.ª decl.
  384. σωφρονέω ser sensato, estar en su sano juicio, ser moderado contracto en -έω
  385. τε (enclít.) y; τε... καί: tanto... como conjunción
  386. τελευτάω, aor. ἐτελεύτησα morir; terminar contracto en -άω
  387. τέως hasta entonces, entretanto adverbio
  388. τίθημι, fut. θήσω, aor. ἔθηκα poner, colocar en -μι
  389. τις, τι (enclít.) alguien, alguno, algo, un cierto pronombre
  390. τίς, τί ¿quién?, ¿qué?; τί: ¿por qué? pronombre
  391. τοίνυν pues bien, así pues partícula
  392. τοιόσδε, -άδε, -όνδε tal (como sigue) pronombre
  393. τοιοῦτος, -αύτη, -οῦτο tal, semejante pronombre
  394. τοσόσδε, τοσήδε, τοσόνδε tan grande, tanto pronombre
  395. τοσοῦτος, -αύτη, -οῦτο tan grande, tanto pronombre
  396. τότε entonces adverbio
  397. τραχύς, -εῖα, -ύ áspero, duro 3 terminaciones
  398. τρέχω, aor. ἔδραμον correr en -ω
  399. ὁ τρόπος, -ου modo, manera m. · 2.ª decl.
  400. τυγχάνω, fut. τεύξομαι, aor. ἔτυχον (+ gen.) conseguir; (+ part.) encontrarse, hallarse por casualidad; τυχόν: quizá en -ω
  401. ὑμνέω cantar, celebrar con himnos contracto en -έω
  402. ὁ ὕπνος, -ου sueño m. · 2.ª decl.
  403. ὑπό (+ gen.) por (agente); (+ dat.) bajo; (+ ac.) bajo, debajo de preposición
  404. ὑπολαμβάνω, aor. ὑπέλαβον acoger; suponer en -ω
  405. ἡ ὑποψία, -ας sospecha f. · 1.ª decl.
  406. ὕστερον después, más tarde adverbio
  407. φαίνω, aor. ἔφηνα; med. φαίνομαι mostrar, brillar; med.: aparecer, parecer en -ω
  408. φέρω, fut. οἴσω, aor. ἤνεγκον llevar, traer; conducir en -ω
  409. φημί, impf. ἔφην decir, afirmar en -μι
  410. φίλος, -η, -ον / ὁ φίλος, -ου querido; amigo 3 terminaciones
  411. φοιτάω ir con frecuencia, frecuentar contracto en -άω
  412. ἡ φροντίς, -ίδος preocupación, cuidado f. · 3.ª decl.
  413. χαίρω, aor. ἐχάρην alegrarse en -ω
  414. χαλάω aflojar, relajar contracto en -άω
  415. χαλεπός, -ή, -όν difícil 3 terminaciones
  416. χαρίεις, -εσσα, -εν gracioso, agradable 3 terminaciones
  417. ὁ Χαρμαντίδης, -ου Carmántides (del demo de Peania) nombre propio
  418. χθές ayer adverbio
  419. ἡ χρεία, -ας necesidad, uso; asunto f. · 1.ª decl.
  420. χρή, impf. ἐχρῆν es preciso, hay que (impersonal) impersonal
  421. τὸ χρῆμα, -ατος (pl. χρήματα) cosa; pl.: dinero n. · 3.ª decl.
  422. χρηματίζω; med. χρηματίζομαι negociar; med.: ganar dinero, enriquecerse en -ω
  423. ὁ χρηματιστής, -οῦ hombre de negocios, el que hace dinero m. · 1.ª decl.
  424. χρήσιμος, -η, -ον útil 3 terminaciones
  425. ὁ χρόνος, -ου tiempo m. · 2.ª decl.
  426. ψεύδομαι, aor. ἐψευσάμην / ἐψεύσθην mentir; aor. pas.: equivocarse deponente
  427. ἡ ψυχή, -ῆς alma f. · 1.ª decl.
  428. ὦ ¡oh! (con vocativo) interjección
  429. ὡς como; que; cuando; (+ part.) en la idea de que; (+ opt.) para que conjunción y adverbio
  430. ὥσπερ como, como si adverbio

Entradas populares de este blog

Evangelio de Juan 1, 1-18

Esopo: El vendedor de estatuas

Jenofonte, Anábasis I 1