Plutarco. Vida de Alejandro

Plutarco, Vida de Alejandro 1-4. Pasa el cursor por una palabra, o tócala, para ver su entrada.

τὸν Ἀλεξάνδρου τοῦ βασιλέως βίον καὶ τοῦ Καίσαρος, ὑφʼ οὗ κατελύθη Πομπήϊος, ἐν τούτῳ τῷ βιβλίῳ γράφοντες, διὰ τὸ πλῆθος τῶν ὑποκειμένων πράξεων οὐδὲν ἄλλο προεροῦμεν ἢ παραιτησόμεθα τοὺς ἀναγινώσκοντας, ἐὰν μὴ πάντα μηδὲ καθʼ ἕκαστον ἐξειργασμένως τι τῶν περιβοήτων ἀπαγγέλλωμεν, ἀλλὰ ἐπιτέμνοντες τὰ πλεῖστα, μὴ συκοφαντεῖν.

οὔτε γὰρ ἱστορίας γράφομεν, ἀλλὰ βίους, οὔτε ταῖς ἐπιφανεστάταις πράξεσι πάντως ἔνεστι δήλωσις ἀρετῆς ἢ κακίας, ἀλλὰ πρᾶγμα βραχὺ πολλάκις καὶ ῥῆμα καὶ

παιδιά τις ἔμφασιν ἤθους ἐποίησε μᾶλλον ἢ μάχαι μυριόνεκροι καὶ παρατάξεις αἱ μέγισται καὶ πολιορκίαι πόλεων.

ὥσπερ οὖν οἱ ζῳγράφοι τὰς ὁμοιότητας ἀπὸ τοῦ προσώπου καὶ τῶν περὶ τὴν ὄψιν εἰδῶν, οἷς ἐμφαίνεται τὸ ἦθος, ἀναλαμβάνουσιν, ἐλάχιστα τῶν λοιπῶν μερῶν φροντίζοντες, οὕτως ἡμῖν δοτέον εἰς τὰ τῆς ψυχῆς σημεῖα μᾶλλον ἐνδύεσθαι καὶ διὰ τούτων εἰδοποιεῖν τὸν ἑκάστου βίον, ἐάσαντας ἑτέροις τὰ μεγέθη καὶ τοὺς ἀγῶνας.

Ἀλέξανδρος ὅτι τῷ γένει πρὸς πατρὸς μὲν ἦν Ἡρακλείδης ἀπὸ Καράνου, πρὸς δὲ μητρὸς Αἰακίδης ἀπὸ Νεοπτολέμου, τῶν πάνυ πεπιστευμένων ἐστί. λέγεται δέ Φίλιππος ἐν

θρᾴκῃ τῇ Ὀλυμπιάδι συμμυηθείς αὐτός τε μειράκιον ὢν ἔτι κἀκείνης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι καὶ τὸν γάμον οὕτως ἁρμόσαι, πείσας τὸν ἀδελφὸν αὐτῆς Ἀρύμβαν.

ἡ μὲν οὖν νύμφη, πρὸ τῆς νυκτός ᾗ συνείρχθησαν εἰς τὸν θάλαμον, ἔδοξε βροντῆς γενομένης ἐμπεσεῖν αὐτῆς τῇ γαστρὶ κεραυνόν, ἐκ δὲ τῆς πληγῆς πολὺ πῦρ ἀναφθέν, εἶτα ῥηγνύμενον εἰς φλόγας πάντῃ φερομένας διαλυθῆναι. ὁ δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰ τὸν γάμον εἶδεν ὄναρ αὑτὸν ἐπιβάλλοντα σφραγῖδα τῇ γαστρὶ τῆς γυναικός· ἡ δὲ γλυφὴ τῆς σφραγῖδος, ὡς ᾤετο, λέοντος εἶχεν εἰκόνα.

τῶν δὲ ἄλλων μάντεων ὑφορωμένων τὴν ὄψιν, ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον, Ἀρίστανδρος ὁ Τελμησσεὺς κύειν ἔφη τὴν ἄνθρωπον, οὐθὲν γὰρ ἀποσφραγίζεσθαι τῶν κενῶν, καὶ κύειν παῖδα θυμοειδῆ καὶ λεοντώδη τὴν φύσιν.

ὤφθη δέ ποτε καὶ δράκων κοιμωμένης τῆς Ὀλυμπιάδος παρεκτεταμένος τῷ σώματι· καὶ τοῦτο μάλιστα τοῦ Φιλίππου τὸν ἔρωτα καὶ τὰς φιλοφροσύνας ἀμαυρῶσαι λέγουσιν, ὡς μηδὲ φοιτᾶν ἔτι πολλάκις παρʼ αὐτὴν ἀναπαυσόμενον, εἴτε δείσαντά τινας μαγείας ἐπʼ αὐτῷ καὶ φάρμακα τῆς γυναικός, εἴτε τὴν ὁμιλίαν ὡς κρείττονι συνούσης ἀφοσιούμενον.

ἕτερος δὲ περὶ τούτων ἐστὶ λόγος, ὡς πᾶσαι μὲν αἱ τῇδε γυναῖκες ἔνοχοι τοῖς Ὀρφικοῖς οὖσαι καὶ τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ἐκ τοῦ πάνυ παλαιοῦ, Κλώδωνές τε καὶ Μιμαλλόνες

ἐπωνυμίαν ἔχουσαι, πολλὰ ταῖς Ἠδωνίσι καὶ ταῖς περὶ τὸν Αἷμον Θρῄσσαις ὅμοια δρῶσιν, ἀφʼ ὧν δοκεῖ καὶ τὸ θρησκεύειν ὄνομα ταῖς κατακόροις γενέσθαι καὶ περιέργοις ἱερουργίαις,

ἡ δὲ Ὀλυμπιὰς μᾶλλον ἑτέρων ζηλώσασα τὰς κατοχάς καὶ τοὺς ἐνθουσιασμοὺς ἐξάγουσα βαρβαρικώτερον ὄφεις μεγάλους χειροήθεις ἐφείλκετο τοῖς θιάσοις, οἳ πολλάκις ἐκ τοῦ κιττοῦ καὶ τῶν μυστικῶν λίκνων παραναδυόμενοι καὶ περιελιττόμενοι τοῖς θύρσοις τῶν γυναικῶν καὶ τοῖς στεφάνοις ἐξέπληττον τοὺς ἄνδρας.

οὐ μὴν ἀλλὰ Φιλίππῳ μὲν, μετὰ τὸ φάσμα πέμψαντι Χαίρωνα τὸν Μεγαλοπολίτην εἰς Δελφοὺς, χρησμὸν κομισθῆναι λέγουσι παρὰ τοῦ θεοῦ κελεύοντος Ἄμμωνι θύειν καὶ σέβεσθαι μάλιστα τοῦτον τὸν θεόν ἀποβαλεῖν δὲ τῶν ὄψεων αὐτὸν τὴν ἑτέραν, ἣν τῷ τῆς θύρας ἁρμῷ προσβαλών κατώπτευσεν ἐν μορφῇ δράκοντος συνευναζόμενον τῇ γυναικὶ τὸν θεόν.

ἡ δὲ Ὀλυμπιάς, ὡς Ἐρατοσθένης φησί, προπέμπουσα τὸν Ἀλέξανδρον ἐπὶ τὴν στρατείαν, καὶ φράσασα μόνῳ τὸ περὶ τὴν τέκνωσιν ἀπόρρητον, ἐκέλευεν ἄξια φρονεῖν τῆς γενέσεως, ἕτεροι δέ φασιν αὐτὴν ἀφοσιοῦσθαι καὶ λέγειν οὐ παύσεταί με διαβάλλων Ἀλέξανδρος πρὸς τὴν Ἥραν;

ἐγεννήθη δʼ οὖν Ἀλέξανδρος ἱσταμένου μηνὸς Ἑκατομβαιῶνος, ὃν Μακεδόνες Λῷον καλοῦσιν,

ἕκτῃ, καθʼ ἣν ἡμέραν ὁ τῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς ᾧ γʼ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκείνην ὑπὸ ψυχρίας δυνάμενον εἰκότως γὰρ ἔφη καταφλεχθῆναι τὸν νεών τῆς Ἀρτέμιδος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρου μαίωσιν.

ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳ διατρίβοντες

ἔτυχον, τὸ περὶ τὸν νεών πάθος ἡγούμενοι πάθους ἑτέρου σημεῖον εἶναι, διέθεον τὰ πρόσωπα τυπτόμενοι καὶ βοῶντες ἄτην ἅμα καὶ συμφορὰν μεγάλην τῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι. Φιλίππῳ δὲ ἄρτι Ποτείδαιαν ᾑρηκότι τρεῖς ἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον·

ἡ μὲν Ἰλλυριοὺς ἡττᾶσθαι μάχῃ μεγάλῃ διὰ Παρμενίωνος, ἡ δὲ Ὀλυμπίασιν ἵππῳ κέλητι νενικηκέναι, τρίτη δὲ περὶ τῆς Ἀλεξάνδρου γενέσεως, ἐφʼ οἷς ἡδόμενον, ὡς εἰκὸς, ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν ἀποφαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγεγεννημένον ἀνίκητον ἔσεσθαι.

τὴν μὲν οὖν ἰδέαν τοῦ σώματος οἱ Λυσίππειοι μάλιστα τῶν ἀνδριάντων ἐμφαίνουσιν, ὑφʼ οὗ μόνου καὶ αὐτὸς ἠξίου πλάττεσθαι. καὶ γὰρ μάλισθʼ ἃ πολλοὶ τῶν διαδόχων ὕστερον καὶ τῶν φίλων ἀπεμιμοῦντο, τήν τε ἀνάτασιν τοῦ αὐχένος εἰς εὐώνυμον ἡσυχῇ κεκλιμένου καὶ Τὴν ὑγρότητα τῶν ὀμμάτων, διατετήρηκεν ἀκριβῶς ὁ τεχνίτης.

Ἀπελλῆς δὲ γράφων τὸν κεραυνοφόρον οὐκ ἐμιμήσατο Τὴν χρόαν, ἀλλὰ φαιότερον καὶ πεπινωμένον ἐποίησεν. ἦν δὲ λευκός, ὥς φασιν ἡ δὲ

λευκότης ἐπεφοίνισσεν αὐτοῦ περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, ὅτι δὲ τοῦ χρωτὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχεν εὐωδία καὶ Τὴν σάρκα πᾶσαν, ὥστε πληροῦσθαι τοὺς χιτωνίσκους, ἀνέγνωμεν ἐν ὑπομνήμασιν Ἀριστοξενείοις.

αἰτία δὲ ἴσως ἡ τοῦ σώματος κρᾶσις πολύθερμος οὖσα καὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψει τῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θεόφραστος, ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποι τῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα τῶν ἀρωμάτων φέρουσιν ἐξαιρεῖ γὰρ ὁ ἥλιος τὸ ὑγρόν ὥσπερ ὕλην σηπεδόνος ἐπιπολάζον τοῖς σώμασιν.

Ἀλέξανδρον δὲ ἡ θερμότης τοῦ σώματος, ὡς ἔοικε, καὶ ποτικὸν καὶ θυμοειδῆ παρεῖχεν.

ἔτι δὲ ὄντος αὐτοῦ παιδὸς ἥ τε σωφροσύνη διεφαίνετο τῷ πρὸς τἆλλα ῥαγδαῖον ὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναι καὶ μετά πολλῆς πρᾳότητος ἅπτεσθαι τῶν τοιούτων,

ἥ τε φιλοτιμία παρʼ ἡλικίαν ἐμβριθὲς εἶχε τὸ φρόνημα καὶ μεγαλόψυχον. οὔτε γὰρ ἀπὸ παντὸς οὔτε πᾶσαν ἠγάπα δόξαν, ὡς Φίλιππος λόγου τε δεινότητι σοφιστικῶς καλλωπιζόμενος καὶ τὰς ἐν Ὀλυμπίᾳ, νίκας τῶν ἁρμάτων ἐγχαράττων τοῖς νομίσμασιν, ἀλλὰ καὶ τῶν περὶ αὐτὸν ἀποπειρωμένων εἰ βούλοιτʼ ἂν Ὀλυμπίασιν ἀγωνίσασθαι στάδιον, ἦν γὰρ ποδώκης, εἴ γε, ἔφη, βασιλεῖς ἔμελλον ἕξειν ἀνταγωνιστάς.

φαίνεται δὲ καὶ καθόλου πρὸς τὸ τῶν ἀθλητῶν γένος ἀλλοτρίως ἔχων πλείστους γέ τοι θεὶς ἀγῶνας οὐ μόνον

τραγῳδῶν καὶ αὐλητῶν καὶ κιθαρῳδῶν, ἀλλὰ καὶ ῥαψῳδῶν, θήρας τε παντοδαπῆς καὶ ῥαβδομαχίας, οὔτε πυγμῆς οὔτε παγκρατίου μετά τινος σπουδῆς ἔθηκεν ἆθλον.

Vocabulario del texto · 438 palabras
  1. ἀγαπάω amar, estimar; contentarse con contracto en -άω
  2. ἡ ἀγγελία, -ας noticia, mensaje f. · 1.ª decl.
  3. ὁ ἀγών, -ῶνος certamen, juegos m. · 3.ª decl.
  4. ἀγωνίζομαι, aor. ἠγωνισάμην competir deponente
  5. ὁ ἀδελφός, -οῦ hermano m. · 2.ª decl.
  6. ὁ ἀθλητής, -οῦ atleta m. · 1.ª decl.
  7. ὁ ἆθλος, -ου competición, lucha; trabajo, prueba m. · 2.ª decl.
  8. ὁ Αἰακίδης, -ου Eácida, descendiente de Éaco nombre propio
  9. ὁ Αἷμος, -ου el Hemo (cordillera de Tracia) nombre propio
  10. αἱρέω, aor. εἷλον; med. αἱρέομαι, aor. εἱλόμην coger; med.: elegir en -ω
  11. ἡ αἰτία, -ας causa f. · 1.ª decl.
  12. ἀκριβής, -ές exacto, cuidadoso 2 terminaciones
  13. ὁ Ἀλέξανδρος, -ου Alejandro nombre propio
  14. ἀλλά pero, sino conjunción
  15. ἄλλος, -η, -ο otro pronombre
  16. ἀλλότριος, -α, -ον ajeno 3 terminaciones
  17. ἅμα a la vez; (+ dat.) junto con adverbio y preposición
  18. ἀμαυρόω oscurecer, apagar, empañar contracto en -όω
  19. ὁ Ἄμμων, -ωνος Amón nombre propio
  20. ἀναγιγνώσκω, aor. ἀνέγνων leer; reconocer en -ω
  21. ἀναλαμβάνω, aor. ἀνέλαβον tomar, coger; examinar en -ω
  22. ἀναπαύω hacer cesar; med.: descansar en -ω
  23. ἀνάπτω, aor. ἀνῆψα atar, sujetar en -ω
  24. ἡ ἀνάτασις, -εως elevación, tensión; aire altivo f. · 3.ª decl.
  25. ὁ ἀνδριάς, -άντος estatua m. · 3.ª decl.
  26. ὁ ἀνήρ, ἀνδρός hombre, varón; marido m. · 3.ª decl.
  27. ὁ ἄνθρωπος, -ου hombre, ser humano m. · 2.ª decl.
  28. ἀνίκητος, -ον invencible 2 terminaciones
  29. ὁ ἀνταγωνιστής, -οῦ rival, adversario m. · 1.ª decl.
  30. ἄξιος, -α, -ον digno 3 terminaciones
  31. ἀξιόω, aor. ἠξίωσα considerar digno; pedir, reclamar contracto en -όω
  32. ἀπαγγέλλω, aor. ἀπήγγειλα anunciar, informar en -ω
  33. ὁ Ἀπελλῆς, -οῦ Apeles (pintor) nombre propio
  34. ἀπό (+ gen.) de, desde preposición
  35. ἀποβάλλω arrojar, perder en -ω
  36. ἀπομιμέομαι imitar, reproducir deponente contracto
  37. ἀποπειράομαι intentar, poner a prueba deponente contracto
  38. ἀποπνέω exhalar, despedir (un olor) en -ω
  39. ἀπόρρητος, -ον prohibido; secreto, indecible 2 terminaciones
  40. ἀποσφραγίζω sellar en -ω
  41. ἀποφαίνω, fut. ἀποφανῶ, aor. ἀπέφηνα mostrar, demostrar en -ω
  42. ἅπτω, aor. ἧψα; med. ἅπτομαι atar; med. (+ gen.): tocar, emprender en -ω
  43. ἡ ἀρετή, -ῆς virtud, excelencia f. · 1.ª decl.
  44. ὁ Ἀρίστανδρος, -ου Aristandro (adivino de Telmeso) nombre propio
  45. Ἀριστοξένειος, -α, -ον de Aristóxeno 3 terminaciones
  46. τὸ ἅρμα, -ατος carro n. · 3.ª decl.
  47. ἁρμόζω ajustar, adaptar; convenir en -ω
  48. ὁ ἁρμός, -οῦ juntura, articulación m. · 2.ª decl.
  49. ἡ Ἄρτεμις, -ιδος Ártemis nombre propio
  50. ἄρτι hace un momento, recién adverbio
  51. ὁ Ἀρύββας, -α Aribas (rey de los molosos) nombre propio
  52. τὸ ἄρωμα, -ατος perfume, especia n. · 3.ª decl.
  53. ἡ Ἀσία, -ας Asia nombre propio
  54. ἀσχολέομαι estar ocupado deponente contracto
  55. ἡ ἄτη, -ης ofuscación, ruina, desgracia f. · 1.ª decl.
  56. ὁ αὐλητής, -οῦ flautista m. · 1.ª decl.
  57. αὐτός, -ή, -ό él; mismo; ὁ αὐτός: el mismo pronombre
  58. ὁ αὐχήν, -ένος cuello, nuca m. · 3.ª decl.
  59. ἀφοσιόω purificar; med.: cumplir un deber religioso contracto en -όω
  60. βαρβαρικός, -ή, -όν bárbaro, extranjero 3 terminaciones
  61. ὁ βασιλεύς, -έως rey m. · 3.ª decl.
  62. τὸ βιβλίον, -ου libro n. · 2.ª decl.
  63. ὁ βίος, -ου vida; medios de vida, hacienda m. · 2.ª decl.
  64. βοάω, aor. ἐβόησα gritar contracto en -άω
  65. βούλομαι, aor. ἐβουλήθην querer deponente
  66. βραχύς, -εῖα, -ύ breve, corto 3 terminaciones
  67. ἡ βροντή, -ῆς trueno f. · 1.ª decl.
  68. ὁ γάμος, -ου boda m. · 2.ª decl.
  69. γάρ pues, porque partícula
  70. ἡ γαστήρ, -τρός vientre f. · 3.ª decl.
  71. γε al menos, por cierto (enfática) partícula
  72. ἡ γένεσις, -εως nacimiento, origen f. · 3.ª decl.
  73. γεννάω, aor. ἐγέννησα engendrar, dar a luz contracto en -άω
  74. τὸ γένος, -ους linaje, estirpe, raza n. · 3.ª decl.
  75. γίγνομαι (γίνομαι), fut. γενήσομαι, aor. ἐγενόμην, perf. γέγονα llegar a ser, nacer, suceder deponente
  76. ἡ γλυφή, -ῆς grabado, talla f. · 1.ª decl.
  77. ὁ γονεύς, -έως progenitor; pl.: padres m. · 3.ª decl.
  78. γράφω, aor. ἔγραψα escribir; pintar en -ω
  79. ἡ γυνή, γυναικός mujer, esposa f. · 3.ª decl.
  80. δέ y, pero (correlativa de μέν) partícula
  81. δείδω, aor. ἔδεισα, perf. δέδοικα temer en -ω
  82. ἡ δεινότης, -ητος habilidad, fuerza (del estilo); carácter terrible f. · 3.ª decl.
  83. οἱ Δελφοί, -ῶν Delfos nombre propio
  84. δέομαι, aor. ἐδεήθην (+ gen.) necesitar; pedir, rogar deponente contracto
  85. ἡ δήλωσις, -εως manifestación, revelación f. · 3.ª decl.
  86. διά (+ gen.) a través de, por medio de; (+ ac.) a causa de preposición
  87. διαβάλλω, aor. διέβαλον calumniar, acusar en -ω
  88. ὁ διάδοχος, -ου sucesor m. · 2.ª decl.
  89. διαθέω correr de un lado a otro, competir en la carrera contracto en -έω
  90. διαλύω disolver, poner fin a; med.: reconciliarse en -ω
  91. διάπυρος, -ον ardiente 2 terminaciones
  92. διατηρέω conservar, mantener en -ω
  93. διατρίβω pasar el tiempo, entretenerse en -ω
  94. διαφαίνω mostrar; pas.: brillar a través, resplandecer en -ω
  95. δίδωμι, fut. δώσω, aor. ἔδωκα dar en -μι
  96. ὁ Διόνυσος, -ου Dioniso nombre propio
  97. δοκέω, aor. ἔδοξα parecer; creer contracto en -έω
  98. ἡ δόξα, -ης opinión; fama, gloria f. · 1.ª decl.
  99. ὁ δράκων, -οντος serpiente m. · 3.ª decl.
  100. δράω, aor. ἔδρασα hacer, obrar contracto en -άω
  101. δύναμαι, aor. ἐδυνήθην poder deponente
  102. δυσκίνητος, -ον difícil de mover, firme 2 terminaciones
  103. ἐάν (ἄν, ἤν; κἄν = καὶ ἐάν) si (+ subj.) conjunción
  104. ἑαυτοῦ, -ῆς, -οῦ de sí mismo (reflexivo) pronombre
  105. ἐάω, aor. εἴασα dejar, permitir; χαίρειν ἐᾶν: mandar a paseo contracto en -άω
  106. ἐγχαράττω grabar en -ω
  107. ἐγώ, ἐμοῦ / μου; pl. ἡμεῖς yo; nosotros pronombre
  108. εἰ si conjunción
  109. εἰδοποιέω dar forma; caracterizar contracto en -έω
  110. τὸ εἶδος, -ους aspecto, belleza n. · 3.ª decl.
  111. εἰκός, -ότος (part. de ἔοικα) verosímil, razonable; εἰκότως: con razón 2 terminaciones
  112. ἡ εἰκών, -όνος imagen f. · 3.ª decl.
  113. εἰμί, fut. ἔσομαι, impf. ἦν ser, estar, existir en -μι
  114. εἰς (ἐς) (+ ac.) a, hacia, hasta preposición
  115. εἶτα luego, después; ¿y entonces? adverbio
  116. εἴτε... εἴτε ya... ya, sea... sea conjunción
  117. ἐκ, ἐξ (+ gen.) de, desde, fuera de preposición
  118. ἕκαστος, -η, -ον cada uno pronombre
  119. ὁ Ἑκατομβαιών, -ῶνος Hecatombeón (mes ático, junio-julio) nombre propio
  120. ἐκεῖνος, -η, -ο aquel pronombre
  121. ἐκπλήττω, aor. pas. ἐξεπλάγην asustar; pas.: quedarse aterrado en -ω
  122. ἕκτος, -η, -ον sexto numeral
  123. ἐλάχιστος, -η, -ον mínimo, el más pequeño 3 terminaciones
  124. ἐμβριθής, -ές grave, serio 2 terminaciones
  125. ἐμπίμπρημι incendiar en -μι
  126. ἐμπίπτω, aor. ἐνέπεσον caer en, dar con en -ω
  127. ἐμφαίνω mostrar, reflejar en -ω
  128. ἡ ἔμφασις, -εως indicio, manifestación f. · 3.ª decl.
  129. ἐν (+ dat.) en preposición
  130. ἐνδύω, aor. ἐνέδυσα vestir en -ω
  131. ἔνειμι (εἰμί), impf. ép. ἐνέην estar dentro en -μι
  132. ὁ ἐνθουσιασμός, -οῦ inspiración, éxtasis m. · 2.ª decl.
  133. ἔνοχος, -ον sujeto a, culpable de 2 terminaciones
  134. ἐξάγω sacar, llevar fuera en -ω
  135. ἐξαιρέω, aor. ἐξεῖλον sacar en -ω
  136. ἐξειργασμένως con esmero, minuciosamente adverbio
  137. ἔοικα (perf.); εἰκός parecer; εἰκός (ἐστι): es natural, probable perfecto-presente
  138. ἐπαίρω levantar; incitar en -ω
  139. ἐπί (+ gen.) sobre, en; (+ dat.) sobre, en poder de; (+ ac.) hacia, contra preposición
  140. ἐπιβάλλω, aor. ἐπέβαλον echar sobre; τὸ ἐπιβάλλον: lo que corresponde en -ω
  141. ἐπιπολάζω predominar; aflorar en -ω
  142. ἐπιτέμνω abreviar, resumir en -ω
  143. ἐπιφανής, -ές ilustre, famoso 2 terminaciones
  144. ἐπιφοινίσσω enrojecer en -ω
  145. ἐπιφωνέω exclamar, decir a propósito contracto en -έω
  146. τὸ ἐπιφώνημα, -ατος ocurrencia, frase ingeniosa n. · 3.ª decl.
  147. ἡ ἐπωνυμία, -ας sobrenombre f. · 1.ª decl.
  148. Ἐρατοσθένης, -ους Eratóstenes nombre propio
  149. ἐράω, aor. ἠράσθην (+ gen.) amar, enamorarse de contracto en -άω
  150. ὁ ἔρως, -ωτος amor; Ἔρως: Eros m. · 3.ª decl.
  151. ἕτερος, -α, -ον (θάτερον = τὸ ἕτερον) el otro (de dos), otro pronombre
  152. ἔτι todavía, aún adverbio
  153. ἡ εὐωδία, -ας buen olor, fragancia f. · 1.ª decl.
  154. εὐώνυμος, -ον izquierdo 2 terminaciones
  155. ἐφέλκω arrastrar tras de sí en -ω
  156. Ἐφέσιος, -α, -ον efesio, de Éfeso 3 terminaciones
  157. ἡ Ἔφεσος, -ου Éfeso nombre propio
  158. ἔχω, fut. ἕξω, aor. ἔσχον, impf. εἶχον tener; (+ adv.) estar; (+ inf.) poder en -ω
  159. ζηλόω tener envidia, ser celoso contracto en -όω
  160. ὁ ζωγράφος, -ου pintor m. · 2.ª decl.
  161. ἤ o; que (tras comparativo) conjunción
  162. ἡγέομαι, aor. ἡγησάμην guiar, ir delante; considerar, creer deponente contracto
  163. ὁ Ἡγησίας, -ου Hegesias de Magnesia (historiador) nombre propio
  164. ἥδομαι, aor. ἥσθην (+ dat.) alegrarse, complacerse deponente
  165. ἡ ἡδονή, -ῆς placer f. · 1.ª decl.
  166. ἡδύς, -εῖα, -ύ (comp. ἡδίων, sup. ἥδιστος) dulce, agradable 3 terminaciones
  167. ἡ Ἠδωνίς, -ίδος edónide (mujer tracia) nombre propio
  168. τὸ ἦθος, -ους carácter, costumbre; pl. (en Hesíodo): usos, costumbres n. · 3.ª decl.
  169. ἥκω, fut. ἥξω haber llegado, estar aquí en -ω
  170. ἡ ἡλικία, -ας edad; juventud f. · 1.ª decl.
  171. ὁ ἥλιος, -ου sol m. · 2.ª decl.
  172. ἡ ἡμέρα, -ας día f. · 1.ª decl.
  173. ἡ Ἥρα, -ας Hera nombre propio
  174. ὁ Ἡρακλείδης, -ου Heraclides nombre propio
  175. ἡσυχῇ tranquilamente, en silencio; ligeramente, un poco adverbio
  176. ἡττάομαι ser vencido deponente contracto
  177. ὁ θάλαμος, -ου cámara, aposento m. · 2.ª decl.
  178. ὁ θεός, -οῦ dios m. · 2.ª decl.
  179. ὁ Θεόφραστος, -ου Teofrasto nombre propio
  180. ἡ θερμότης, -ητος calor f. · 3.ª decl.
  181. ἡ θήρα, -ας caza f. · 1.ª decl.
  182. ὁ θίασος, -ου tíaso, cortejo báquico m. · 2.ª decl.
  183. ἡ Θρᾴκη, -ης Tracia nombre propio
  184. θρησκεύω practicar el culto en -ω
  185. ἡ Θρῇσσα, -ης tracia (mujer) nombre propio
  186. θυμοειδής, -ές fogoso, apasionado 2 terminaciones
  187. ἡ θύρα, -ας (jón. θύρη) puerta f. · 1.ª decl.
  188. ὁ θύρσος, -ου tirso m. · 2.ª decl.
  189. θύω, aor. ἔθυσα, aor. pas. ἐτύθην sacrificar en -ω
  190. ἡ ἰδέα, -ας forma, aspecto; clase f. · 1.ª decl.
  191. ἡ ἱερουργία, -ας rito, ceremonia sagrada f. · 1.ª decl.
  192. οἱ Ἰλλυριοί, -ῶν los ilirios nombre propio
  193. ὁ ἵππος, -ου caballo m. · 2.ª decl.
  194. ἴσος, -η, -ον igual; ἐξ ἴσου: en pie de igualdad 3 terminaciones
  195. ἵστημι, aor. ἔστησα / ἔστην, perf. ἕστηκα colocar; intr.: colocarse, estar de pie en -μι
  196. ἡ ἱστορία, -ας investigación; historia f. · 1.ª decl.
  197. καθόλου en general adverbio
  198. καί y; también, incluso conjunción
  199. ὁ Καῖσαρ, -αρος César nombre propio
  200. ἡ κακία, -ας maldad, vicio f. · 1.ª decl.
  201. καλέω, aor. ἐκάλεσα, aor. pas. ἐκλήθην llamar contracto en -έω
  202. καλλωπίζω; med. καλλωπίζομαι med.: ufanarse, presumir en -ω
  203. καλός, -ή, -όν (sup. κάλλιστος) hermoso, bueno 3 terminaciones
  204. ὁ Κάρανος, -ου Cárano (fundador de la dinastía macedonia) nombre propio
  205. κατά (+ gen.) contra, hacia abajo; (+ ac.) por, según, a lo largo de preposición
  206. κατάκορος, -ον excesivo, desmedido 2 terminaciones
  207. καταλύω, aor. κατέλυσα disolver; (πρός + ac.) reconciliarse con en -ω
  208. κατασβέννυμι apagar en -μι
  209. καταφλέγω quemar, abrasar en -ω
  210. κατέχω retener; pas.: estar dominado por en -ω
  211. κατοπτεύω espiar, observar en -ω
  212. ἡ κατοχή, -ῆς posesión (divina), arrebato f. · 1.ª decl.
  213. κελεύω, aor. ἐκέλευσα ordenar, mandar en -ω
  214. ὁ κέλης, -ητος caballo de carreras (montado) m. · 3.ª decl.
  215. κενός, -ή, -όν vacío; vano 3 terminaciones
  216. ὁ κεραυνός, -οῦ rayo m. · 2.ª decl.
  217. κεραυνοφόρος, -ον portador del rayo 2 terminaciones
  218. κιθαρῳδέω cantar acompañándose de la cítara contracto en -έω
  219. ὁ κισσός, -οῦ (át. κιττός) hiedra m. · 2.ª decl.
  220. κλίνω, aor. ἔκλινα inclinar; hacer retroceder en -ω
  221. αἱ Κλώδωνες, -ων Clódones (bacantes macedonias) nombre propio
  222. κοιμάω; med. κοιμάομαι, fut. κοιμήσομαι hacer dormir; med.: dormir, acostarse contracto en -άω
  223. κομίζω, fut. κομιῶ, aor. ἐκόμισα traer, llevar en -ω
  224. ἡ κρᾶσις, -εως mezcla; temperamento f. · 3.ª decl.
  225. κρείττων, -ον (κρείσσων) mejor, superior (comp. de ἀγαθός) 2 terminaciones
  226. κύω, aor. ἔκυσα concebir, estar encinta en -ω
  227. λέγω, fut. ἐρῶ, aor. εἶπον, perf. pas. εἴρημαι decir en -ω
  228. λεοντώδης, -ες leonino 2 terminaciones
  229. λευκός, -ή, -όν blanco 3 terminaciones
  230. ἡ λευκότης, -ητος blancura f. · 3.ª decl.
  231. ὁ λέων, -οντος león m. · 3.ª decl.
  232. τὸ λίκνον, -ου cuna; canasta sagrada (de Dioniso) n. · 2.ª decl.
  233. ὁ λόγος, -ου palabra, discurso, razón; ἑνὶ λόγῳ: en una palabra m. · 2.ª decl.
  234. λοιπός, -ή, -όν restante; οἱ λοιποί: los demás 3 terminaciones
  235. Λυσίππειος, -α, -ον de Lisipo 3 terminaciones
  236. ὁ Λῷος, -ου Loo (mes macedonio) nombre propio
  237. ἡ μαγεία, -ας magia f. · 1.ª decl.
  238. ὁ Μάγνης, -ητος de Magnesia nombre propio
  239. ὁ μάγος, -ου mago; hechicero, embaucador m. · 2.ª decl.
  240. ἡ μαίωσις, -εως partería; parto f. · 3.ª decl.
  241. ὁ Μακεδών, -όνος macedonio nombre propio
  242. μάλιστα sobre todo, lo más adverbio
  243. μᾶλλον más adverbio
  244. ὁ μάντις, -εως adivino m. · 3.ª decl.
  245. ἡ μάχη, -ης batalla, combate f. · 1.ª decl.
  246. ὁ Μεγαλοπολίτης, -ου ciudadano de Megalópolis nombre propio
  247. μεγαλόψυχος, -ον magnánimo 2 terminaciones
  248. μέγας, μεγάλη, μέγα grande 3 terminaciones
  249. τὸ μέγεθος, -ους tamaño, magnitud n. · 3.ª decl.
  250. τὸ μειράκιον, -ου muchacho, adolescente n. · 2.ª decl.
  251. ὁ μείς, μηνός mes m. · 3.ª decl.
  252. μέλλω, impf. ἔμελλον estar a punto de, ir a en -ω
  253. μέν por una parte (correlativa de δέ) partícula
  254. τὸ μέρος, -ους parte; παρὰ μέρος: por turno n. · 3.ª decl.
  255. μετά (+ gen.) con; (+ ac.) después de preposición
  256. μή no (negación subjetiva) adverbio
  257. μηδέ ni, ni siquiera conjunción
  258. μήν ciertamente; καὶ μήν: y además; γε μήν: sin embargo partícula
  259. ἡ μήτηρ, μητρός madre f. · 3.ª decl.
  260. αἱ Μιμαλλόνες, -ων Mimalones (bacantes macedonias) nombre propio
  261. μιμέομαι imitar deponente contracto
  262. μόνος, -η, -ον (adv. μόνον) solo, único 3 terminaciones
  263. ἡ μορφή, -ῆς forma, figura f. · 1.ª decl.
  264. μυριόνεκρος, -ον de innumerables muertos 2 terminaciones
  265. μυστικός, -ή, -όν mistérico, de los misterios 3 terminaciones
  266. ὁ ναός, -οῦ templo m. · 2.ª decl.
  267. ὁ Νεοπτόλεμος, -ου Neoptólemo nombre propio
  268. νικάω, aor. ἐνίκησα vencer contracto en -άω
  269. ἡ νίκη, -ης victoria f. · 1.ª decl.
  270. τὸ νόμισμα, -ατος moneda; costumbre establecida n. · 3.ª decl.
  271. ἡ νύμφη, -ης ninfa; novia f. · 1.ª decl.
  272. ἡ νύξ, νυκτός noche f. · 3.ª decl.
  273. ξηρός, -ά, -όν seco 3 terminaciones
  274. ὁ, ἡ, τό el, la, lo; ὁ μέν... ὁ δέ: uno... otro artículo
  275. ὅδε, ἥδε, τόδε este (de aquí) pronombre
  276. ὅθεν de donde; por lo cual adverbio
  277. ἡ οἰκουμένη (γῆ), -ης la tierra habitada, el mundo f. · 3.ª decl.
  278. οἴομαι (οἶμαι), aor. ᾠήθην creer, suponer deponente
  279. τὰ Ὀλύμπια, -ων los Juegos Olímpicos nombre propio
  280. ἡ Ὀλυμπιάς, -άδος Olimpia(de) (madre de Alejandro); olimpíada nombre propio
  281. ἡ ὁμιλία, -ας trato, compañía f. · 1.ª decl.
  282. τὸ ὄμμα, -ατος ojo; mirada n. · 3.ª decl.
  283. ὅμοιος, -α, -ον (+ dat.) semejante 3 terminaciones
  284. ἡ ὁμοιότης, -ητος semejanza f. · 3.ª decl.
  285. τὸ ὄναρ (sólo nom. y ac.) sueño, visión n. · 3.ª decl.
  286. τὸ ὄνομα, -ατος nombre n. · 3.ª decl.
  287. ὁράω, fut. ὄψομαι, aor. εἶδον, perf. ἑώρακα ver contracto en -άω
  288. ὁ ὀργιασμός, -οῦ celebración de los misterios m. · 2.ª decl.
  289. ὀρφανός, -ή, -όν huérfano, privado de 3 terminaciones
  290. Ὀρφικός, -ή, -όν órfico 3 terminaciones
  291. ὅς, ἥ, ὅ que, el cual (relativo) pronombre
  292. ὅσος, -η, -ον cuanto, cuan grande pronombre
  293. ὅτι que; porque; (+ superl.) lo más... posible; ὅτι μή: salvo que conjunción
  294. οὐ, οὐκ, οὐχ no adverbio
  295. οὗ, οἷ, ἕ de sí, a sí (reflexivo de 3.ª pers.) pronombre
  296. οὐδείς, οὐδεμία, οὐδέν nadie, ninguno, nada pronombre
  297. οὖν así pues, por tanto partícula
  298. οὔτε ni conjunción
  299. οὗτος, αὕτη, τοῦτο este, ese pronombre
  300. οὕτως, οὕτω así adverbio
  301. ὁ ὄφις, -εως serpiente m. · 3.ª decl.
  302. ἡ ὄψις, -εως vista, ojos; aspecto f. · 3.ª decl.
  303. τὸ παγκράτιον, -ου pancracio (lucha y pugilato) n. · 2.ª decl.
  304. τὸ πάθος, -ους lo que a uno le pasa, experiencia, afección n. · 3.ª decl.
  305. τὸ παιδίον, -ου niño pequeño n. · 2.ª decl.
  306. ὁ, ἡ παῖς, παιδός niño, hijo; criado m./f. · 3.ª decl.
  307. παλαιός, -ά, -όν antiguo 3 terminaciones
  308. παντοδαπός, -ή, -όν de toda clase, variado 3 terminaciones
  309. πάνυ muy, del todo adverbio
  310. παρά (+ gen.) de parte de; (+ dat.) junto a, en casa de; (+ ac.) junto a, hacia preposición
  311. παραιτέομαι pedir; pedir perdón; rechazar deponente contracto
  312. παραναδύομαι salir arrastrándose al lado deponente
  313. ἡ παράταξις, -εως batalla en orden de combate f. · 3.ª decl.
  314. παρεκτείνω extender a lo largo en -ω
  315. παρέχω, fut. παρέξω, aor. παρέσχον proporcionar, ofrecer; πράγματα παρέχειν: causar molestias en -ω
  316. ὁ Παρμενίων, -ωνος Parmenión (general macedonio) nombre propio
  317. πᾶς, πᾶσα, πᾶν todo, cada 3 terminaciones
  318. ὁ πατήρ, πατρός padre m. · 3.ª decl.
  319. παύω, aor. ἔπαυσα hacer cesar; med.: cesar en -ω
  320. πείθω, aor. ἔπεισα; med. πείθομαι persuadir; med.: obedecer, creer en -ω
  321. πέμπω, aor. ἔπεμψα, aor. pas. ἐπέμφθην enviar en -ω
  322. περί (+ gen.) acerca de; (+ ac.) en torno a, respecto a preposición
  323. περιβόητος, -ον famoso, célebre 2 terminaciones
  324. περιελίττω enrollar alrededor en -ω
  325. περίεργος, -ον minucioso, excesivo; extraño 2 terminaciones
  326. πέσσω (át. πέττω) cocer; digerir en -ω
  327. πινόω ensuciar; pas.: tener pátina contracto en -όω
  328. πιστεύω, aor. ἐπίστευσα creer, confiar en -ω
  329. πλάσσω (πλάττω), aor. ἔπλασα modelar; med.: inventar, fingir en -ω
  330. πλεῖστος, -η, -ον muchísimo, el mayor número (superl. de πολύς) 3 terminaciones
  331. ἡ πληγή, -ῆς golpe f. · 1.ª decl.
  332. τὸ πλῆθος, -ους multitud; el pueblo, el partido democrático n. · 3.ª decl.
  333. πληρόω llenar contracto en -όω
  334. ποδώκης, -ες de pies rápidos 2 terminaciones
  335. ποιέω, aor. ἐποίησα hacer contracto en -έω
  336. ἡ πολιορκία, -ας asedio f. · 1.ª decl.
  337. ἡ πόλις, -εως ciudad f. · 3.ª decl.
  338. πολλάκις muchas veces adverbio
  339. πολύθερμος, -ον muy cálido 2 terminaciones
  340. πολύς, πολλή, πολύ mucho; ὡς τὰ πολλά: la mayoría de las veces 3 terminaciones
  341. ὁ Πομπήιος, -ου Pompeyo nombre propio
  342. ποτε (enclít.) una vez, alguna vez adverbio
  343. ἡ Ποτείδαια, -ας Potidea nombre propio
  344. ποτικός, -ή, -όν aficionado a la bebida 3 terminaciones
  345. τὸ πρᾶγμα, -ατος asunto, cosa; pl.: molestias n. · 3.ª decl.
  346. ἡ πρᾶξις (ép. πρῆξις), -εως asunto, negocio f. · 3.ª decl.
  347. ἡ πραότης (πρᾳότης), -ητος mansedumbre, dulzura f. · 3.ª decl.
  348. πρό (+ gen.) delante de, antes de preposición
  349. προερῶ (fut.) decir de antemano, anunciar en -ω
  350. προπέμπω enviar delante; escoltar en -ω
  351. πρός (+ ac.) hacia, a, ante, respecto a preposición
  352. προσβάλλω atacar; chocar contra en -ω
  353. τὸ πρόσωπον, -ου rostro n. · 2.ª decl.
  354. ἡ πυγμή, -ῆς puño; pugilato f. · 1.ª decl.
  355. τὸ πῦρ, πυρός fuego n. · 3.ª decl.
  356. ἡ πυρκαϊά, -ᾶς hoguera, incendio f. · 1.ª decl.
  357. πυρώδης, -ες ígneo, ardiente 2 terminaciones
  358. ἡ ῥαβδομαχία, -ας esgrima con bastón f. · 1.ª decl.
  359. ῥαγδαῖος, -α, -ον violento, impetuoso 3 terminaciones
  360. ὁ ῥαψῳδός, -οῦ rapsodo; (en Sófocles, de la Esfinge) cantora m. · 2.ª decl.
  361. ῥήγνυμι romper; soltar (la voz) en -μι
  362. τὸ ῥῆμα, -ατος palabra, dicho n. · 3.ª decl.
  363. ἡ σάρξ, σαρκός carne f. · 3.ª decl.
  364. σέβομαι venerar, respetar deponente
  365. τὸ σημεῖον, -ου señal, indicio n. · 2.ª decl.
  366. ἡ σηπεδών, -όνος putrefacción f. · 3.ª decl.
  367. σοφιστικός, -ή, -όν sofístico 3 terminaciones
  368. ἡ σπουδή, -ῆς prisa; celo, empeño f. · 1.ª decl.
  369. τὸ στάδιον, -ου (pl. στάδιοι / στάδια) estadio (unos 180 m) n. · 2.ª decl.
  370. ὁ στέφανος, -ου corona m. · 2.ª decl.
  371. τὸ στῆθος, -εος pecho n. · 3.ª decl.
  372. τὸ στόμα, -ατος boca n. · 3.ª decl.
  373. ἡ στρατεία, -ας campaña militar f. · 1.ª decl.
  374. σύ, σοῦ / σου; pl. ὑμεῖς tú; vosotros pronombre
  375. συγγεννάω engendrar con; pas.: nacer con contracto en -άω
  376. συκοφαντέω calumniar contracto en -έω
  377. συμμυέομαι ser iniciado con otros deponente contracto
  378. ἡ συμφορά, -ᾶς desgracia, calamidad f. · 1.ª decl.
  379. σύνειμι (εἰμί), fut. συνέσομαι (+ dat.) estar con, convivir en -μι
  380. συνείργω encerrar juntos en -ω
  381. συνευνάζομαι acostarse con deponente
  382. σφοδρός, -ά, -όν violento, impetuoso 3 terminaciones
  383. ἡ σφραγίς, -ῖδος sello f. · 3.ª decl.
  384. τὸ σῶμα, -ατος cuerpo n. · 3.ª decl.
  385. ἡ σωφροσύνη, -ης templanza, moderación f. · 1.ª decl.
  386. τε (enclít.) y; τε... καί: tanto... como conjunción
  387. ἡ τέκνωσις, -εως procreación f. · 3.ª decl.
  388. ὁ Τελμησσεύς, -έως de Telmeso nombre propio
  389. ὁ τεχνίτης, -ου artista, artesano m. · 1.ª decl.
  390. τίθημι, fut. θήσω, aor. ἔθηκα poner, colocar en -μι
  391. τίκτω, aor. ἔτεκον engendrar, dar a luz en -ω
  392. τις, τι (enclít.) alguien, alguno, algo, un cierto pronombre
  393. τοιοῦτος, -αύτη, -οῦτο tal, semejante pronombre
  394. ὁ τόπος, -ου lugar m. · 2.ª decl.
  395. τραγῳδέω declamar en tono trágico, exagerar contracto en -έω
  396. τρεῖς, τρία tres numeral
  397. τρίτος, -η, -ον tercero 3 terminaciones
  398. τυγχάνω, fut. τεύξομαι, aor. ἔτυχον (+ gen.) conseguir; (+ part.) encontrarse, hallarse por casualidad; τυχόν: quizá en -ω
  399. τύπτω golpear en -ω
  400. ὑγρός, -ά, -όν húmedo; ἡ ὑγρή: el mar 3 terminaciones
  401. ἡ ὑγρότης, -ητος humedad f. · 3.ª decl.
  402. ἡ ὕλη, -ης bosque f. · 1.ª decl.
  403. ὑπό (+ gen.) por (agente); (+ dat.) bajo; (+ ac.) bajo, debajo de preposición
  404. ὑπόκειμαι estar debajo; estar propuesto deponente
  405. τὸ ὑπόμνημα, -ατος memoria, nota, apunte n. · 3.ª decl.
  406. ὕστερον después, más tarde adverbio
  407. ὕστερος, -α, -ον; superl. ὕστατος posterior; ὕστατος: el último 3 terminaciones
  408. ὑφοράω mirar con recelo, sospechar contracto en -άω
  409. φαίνω, aor. ἔφηνα; med. φαίνομαι mostrar, brillar; med.: aparecer, parecer en -ω
  410. φαιός, -ά, -όν pardo, oscuro 3 terminaciones
  411. τὸ φάρμακον, -ου droga, remedio n. · 2.ª decl.
  412. τὸ φάσμα, -ατος aparición, prodigio n. · 3.ª decl.
  413. φέρω, fut. οἴσω, aor. ἤνεγκον llevar, traer; conducir en -ω
  414. φημί, impf. ἔφην decir, afirmar en -μι
  415. ὁ Φίλιππος, -ου Filipo nombre propio
  416. φίλος, -η, -ον / ὁ φίλος, -ου querido; amigo 3 terminaciones
  417. ἡ φιλοτιμία, -ας ambición, afán de gloria f. · 1.ª decl.
  418. ἡ φιλοφροσύνη, -ης afabilidad f. · 1.ª decl.
  419. ἡ φλόξ, φλογός llama f. · 3.ª decl.
  420. φοιτάω ir con frecuencia, frecuentar contracto en -άω
  421. φράζω, aor. ἔφρασα decir, indicar en -ω
  422. φρονέω, aor. ἐφρόνησα pensar, tener juicio contracto en -έω
  423. τὸ φρόνημα, -ατος pensamiento; orgullo n. · 3.ª decl.
  424. φροντίζω reflexionar, preocuparse en -ω
  425. ἡ φυλακή, -ῆς guarnición, guardia f. · 1.ª decl.
  426. ἡ φύσις, -εως naturaleza f. · 3.ª decl.
  427. ὁ Χαίρων, -ωνος Querón nombre propio
  428. χειροήθης, -ες domesticado, manso 2 terminaciones
  429. ὁ χιτωνίσκος, -ου túnica corta m. · 2.ª decl.
  430. ὁ χρησμός, -οῦ oráculo (respuesta) m. · 2.ª decl.
  431. ἡ χρόα / χροιά, -ᾶς color, tez f. · 1.ª decl.
  432. ὁ χρόνος, -ου tiempo m. · 2.ª decl.
  433. ὁ χρώς, χρωτός (ép. ac. χρόα) piel, cuerpo m. · 3.ª decl.
  434. ἡ ψυχή, -ῆς alma f. · 1.ª decl.
  435. ἡ ψυχρία, -ας frialdad, insulsez f. · 1.ª decl.
  436. ὡς como; que; cuando; (+ part.) en la idea de que; (+ opt.) para que conjunción y adverbio
  437. ὥσπερ como, como si adverbio
  438. ὥστε de modo que conjunción

Entradas populares de este blog

Evangelio de Juan 1, 1-18

Esopo: El vendedor de estatuas

Jenofonte, Anábasis I 1