Sófocles, Antígona 1-99

Hesíodo, Teogonía 1-216. Pasa el cursor por una palabra, o tócala, para ver su entrada.

Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,

αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε

καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν

ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.

καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο5

ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο

ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο

καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.

ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,

ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,10

ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην

Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,

κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην

Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν

ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,15

καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην

Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην

Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην

Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν20

ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,

ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.

τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·25

ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,

ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.

ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·

καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον30

δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν

θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.

καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,

σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;35

τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ

ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,

εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,

φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ

ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς40

Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι

θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,45

οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.

δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,

ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,

ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.

αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων50

ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα

Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,

λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.55

ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς

νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·

ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι

μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,

ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ60

μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,

τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.

ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.

πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν

ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι65

μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ

ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.

αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,

ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα

ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει70

νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει,

αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν,

κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα

ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.

ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι,75

ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,

Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε

Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε

Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.80

ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο

γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,

τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,

τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ

πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας85

ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων

αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·

τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς

βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.90

ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται

αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·

τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος

ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,95

ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι

φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ

ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς

Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων100

ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,

αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων

μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων.

χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν.

κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,105

οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,

Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος.

εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο

καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,

ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν110

οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων

ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο

ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.

ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι

ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν.115

ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα

Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ

ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,

ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,120

λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων

δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·

Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,

οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.125

Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ

Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,

ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,

Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.130

ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,

Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα

Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,

Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε

Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε135

Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.

τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,

δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.

γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,

Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον,140

οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.

οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,

μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.

Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων

κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·145

ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.

ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,

Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.

τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,150

ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·

ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.

ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,

δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι155

ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,

πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,

Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ

Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη

στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην.160

αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος

τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·

εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·

παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε

πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην165

ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν

φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης

ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·

μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι170

ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω

ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.

ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·

εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν

ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα.175

ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ

ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη

πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ

σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην

μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς180

ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι

ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·

ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,

πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν

γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας,185

τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας,

Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν.

μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι

κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,

ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς190

ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη

ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν

ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη

ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην195

ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν

κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ

θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·

Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·

ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.200

τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς

γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ.

ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε

μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,

παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε205

τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε

παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·

φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι

ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.210

νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν

καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων·

δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν

οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,

Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο215

χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.

Vocabulario del texto · 609 palabras
  1. ἀγάλλω; med. ἀγάλλομαι honrar, adornar; med.: enorgullecerse, ufanarse de en -ω
  2. ἀγείρω, aor. ἤγειρα reunir, congregar en -ω
  3. ἀγκυλομήτης, -ου de retorcidos designios, astuto (epíteto de Crono) 2 terminaciones
  4. ἡ ἀγορά, -ᾶς plaza, mercado f. · 1.ª decl.
  5. ἀγορεύω hablar (en la asamblea), decir en -ω
  6. ἄγραυλος, -ον que vive en el campo, agreste 2 terminaciones
  7. ὁ ἀγών, -ῶνος certamen, juegos m. · 3.ª decl.
  8. ὁ ἀδάμας, -αντος acero, adamante m. · 3.ª decl.
  9. ᾄδω (ἀείδω), aor. ᾖσα cantar en -ω
  10. ἀεί (ép. αἰεί) siempre adverbio
  11. ἀεικής, -ές (ép. también ἀεικέλιος) indigno, vergonzoso, miserable 2 terminaciones
  12. ἀέξω (át. αὔξω) hacer crecer; med.: crecer en -ω
  13. ἄζω; med. ἄζομαι secar; med.: secarse, consumirse (de pena) en -ω
  14. ὁ ἀήρ, ἀέρος (ép. ἠέρος; f. en Homero) aire; bruma, niebla m. · 3.ª decl.
  15. ἀθάνατος, -ον inmortal 2 terminaciones
  16. Ἀθήνη, -ης (át. Ἀθηνᾶ) Atenea nombre propio
  17. αἰγίοχος, -ον portador de la égida (epíteto de Zeus) 2 terminaciones
  18. αἰδοῖος, -α, -ον venerable, respetable 3 terminaciones
  19. ἡ αἰδώς, -οῦς pudor, vergüenza f. · 3.ª decl.
  20. αἰθαλόεις, -εσσα, -εν humeante, ardiente; ennegrecido 3 terminaciones
  21. ὁ αἰθήρ, -έρος éter, aire luminoso, cielo m. · 3.ª decl.
  22. αἱματόεις, -εσσα, -εν sangriento, de sangre 3 terminaciones
  23. αἱρέω, aor. εἷλον; med. αἱρέομαι, aor. εἱλόμην coger; med.: elegir en -ω
  24. ἀίσσω, aor. ᾖξα (ép. ἤιξα) lanzarse, precipitarse en -ω
  25. αἶψα al punto, enseguida adverbio
  26. ἀκάματος, -ον incansable, infatigable 2 terminaciones
  27. ἀκηδής, -ές despreocupado, libre de cuidados 2 terminaciones
  28. ἄκρος, -α, -ον extremo, la punta de 3 terminaciones
  29. ἀλγινόεις, -εσσα, -εν doloroso 3 terminaciones
  30. ἀλεγίζω preocuparse por, hacer caso de en -ω
  31. ἀληθής, -ές verdadero 2 terminaciones
  32. ἀλλά pero, sino conjunción
  33. ἄλλος, -η, -ο otro pronombre
  34. ἁλμυρός, -ά, -όν salado 3 terminaciones
  35. ἅμα a la vez; (+ dat.) junto con adverbio y preposición
  36. ἀμάω, aor. ἤμησα segar contracto en -άω
  37. ἀμβρόσιος, -α, -ον divino, inmortal 3 terminaciones
  38. ἄμβροτος, -ον inmortal, divino 2 terminaciones
  39. ἀμφί (+ ac.) en torno a, acerca de preposición
  40. ἄν partícula modal (potencial, irreal, eventual) partícula
  41. ἀνά (+ ac.) hacia arriba, por; distributivo: cada preposición
  42. τὸ ἀνάπαυμα, -ατος (ép. ἄμπαυμα) descanso, alivio n. · 3.ª decl.
  43. ὁ ἀνήρ, ἀνδρός hombre, varón; marido m. · 3.ª decl.
  44. ὁ ἄνθρωπος, -ου hombre, ser humano m. · 2.ª decl.
  45. ἀνίημι, iter. ἀνίεσκε soltar, dejar ir; hacer subir en -μι
  46. ἡ ἀοιδή, -ῆς canto, canción; conjuro, encantamiento f. · 1.ª decl.
  47. ὁ ἀοιδός, -οῦ aedo, cantor m. · 2.ª decl.
  48. ἁπαλός, -ή, -όν tierno, blando 3 terminaciones
  49. ἅπας, ἅπασα, ἅπαν todo, todo entero 3 terminaciones
  50. ἀπείριτος, -ον inmenso, infinito 2 terminaciones
  51. ἀπείρων, -ον ilimitado, inmenso 2 terminaciones
  52. ἄπλαστος, -ον enorme, informe (que no se puede modelar) 2 terminaciones
  53. ἄπλητος, -ον terrible, inmenso 2 terminaciones
  54. ἀπό (+ gen.) de, desde preposición
  55. ἀποκρύπτω, aor. ἀπέκρυψα ocultar en -ω
  56. ὁ Ἀπόλλων, -ωνος Apolo nombre propio
  57. ἀπόρνυμι; med. ἀπόρνυμαι med.: partir, ponerse en marcha en -μι
  58. ἀποσεύομαι, aor. ἀπεσσύμην alejarse a toda prisa deponente
  59. ἀποτμήγω, aor. ἀπέτμηξα cortar, cercenar en -ω
  60. ἄρα entonces, por tanto partícula
  61. Ἀργεῖος, -α, -ον argivo nombre propio
  62. ὁ Ἄργης, -ου Arges (uno de los Cíclopes) nombre propio
  63. ὁ/ἡ ἀρνός (gen.; sin nom.), ac. pl. ἄρνας cordero m./f. · 3.ª decl.
  64. ἡ ἅρπη, -ης hoz f. · 1.ª decl.
  65. ἡ Ἄρτεμις, -ιδος Ártemis nombre propio
  66. ἀρτιεπής, -ές de palabra precisa, elocuente 2 terminaciones
  67. ἡ ἀρχή, -ῆς principio; mando, cargo, provincia f. · 1.ª decl.
  68. ἄρχω, aor. ἦρξα; med. ἄρχομαι (+ gen.) mandar; med.: empezar en -ω
  69. ἀστερόεις, -εσσα, -εν estrellado 3 terminaciones
  70. τὸ ἄστρον, -ου astro, estrella n. · 2.ª decl.
  71. ἀσφαλής, -ές seguro, firme 2 terminaciones
  72. ἀτάρ (ép. αὐτάρ) pero, y además, entonces conjunción
  73. ἡ ἀτασθαλία, -ας (ép. -ίη) insolencia, temeridad criminal f. · 1.ª decl.
  74. ἀτάσθαλος, -ον insolente, criminal 2 terminaciones
  75. ἄτερ (ἄτερθε) sin, lejos de (+ gen.) preposición
  76. ἀτρύγετος, -ον estéril, inagotable (epíteto del mar) 2 terminaciones
  77. αὖ a su vez, de nuevo adverbio
  78. ἡ αὐδή, -ῆς voz f. · 1.ª decl.
  79. αὖθις de nuevo, otra vez adverbio
  80. αὖτε de nuevo; a su vez; por otra parte adverbio
  81. αὐτός, -ή, -ό él; mismo; ὁ αὐτός: el mismo pronombre
  82. τὸ ἄφενος, -ους riqueza, abundancia n. · 3.ª decl.
  83. ἀφρογενής, -ές nacida de la espuma (epíteto de Afrodita) 2 terminaciones
  84. ἡ Ἀφροδίτη, -ης Afrodita nombre propio
  85. ὁ ἀφρός, -οῦ espuma m. · 2.ª decl.
  86. ἀχεύω (ἄχνυμαι), perf. part. ἀκαχήμενος, aor. ἤκαχε afligirse, estar triste; ἤκαχε: afligió en -ω
  87. ἄψ hacia atrás, de vuelta adverbio
  88. βαθυδίνης, -ου de profundos remolinos 2 terminaciones
  89. βαίνω, aor. ἔβην ir, andar en -ω
  90. ὁ βασιλεύς, -έως rey m. · 3.ª decl.
  91. βησσήεις, -εσσα, -εν boscoso, de cañadas 3 terminaciones
  92. ἡ βία, -ας fuerza, violencia f. · 1.ª decl.
  93. βλάπτω, aor. ἔβλαψα dañar en -ω
  94. ἡ βουλή, -ῆς consejo, plan, designio f. · 1.ª decl.
  95. ὁ Βριάρεως, -εω Briareo (uno de los Hecatonquiros) nombre propio
  96. ἡ βροντή, -ῆς trueno f. · 1.ª decl.
  97. ὁ Βρόντης, -ου Brontes (uno de los Cíclopes) nombre propio
  98. ὁ βωμός, -οῦ altar m. · 2.ª decl.
  99. ἡ γαῖα, -ης tierra f. · 1.ª decl.
  100. γαιήοχος, -ον que sostiene (o ciñe) la tierra (epíteto de Poseidón) 2 terminaciones
  101. γάρ pues, porque partícula
  102. ἡ γαστήρ, -τρός vientre f. · 3.ª decl.
  103. γε al menos, por cierto (enfática) partícula
  104. γείνομαι, aor. ἐγεινάμην nacer; aor.: engendrar, dar a luz deponente
  105. γελάω, aor. ἐγέλασα reír contracto en -άω
  106. τὸ γένος, -ους linaje, estirpe, raza n. · 3.ª decl.
  107. ἡ γῆ, γῆς tierra f. · 3.ª decl.
  108. γηθέω (dór. γαθέω) alegrarse contracto en -έω
  109. γηρύω (dór. γαρύω); med. γηρύομαι hacer oír la voz, cantar, proclamar en -ω
  110. ὁ Γίγας, -αντος Gigante nombre propio
  111. γίγνομαι (γίνομαι), fut. γενήσομαι, aor. ἐγενόμην, perf. γέγονα llegar a ser, nacer, suceder deponente
  112. γλαυκῶπις, -ιδος de ojos brillantes (epíteto de Atenea) 2 terminaciones
  113. γλυκερός, -ά, -όν dulce 3 terminaciones
  114. ἡ γλῶσσα, -ης lengua; don de lenguas f. · 1.ª decl.
  115. ὁ γουνός, -οῦ colina, altura m. · 2.ª decl.
  116. ὁ Γύης, -ου Giges (uno de los Hecatonquiros) nombre propio
  117. δάμνημι (δαμνάω) domar, someter, abatir en -μι
  118. δατέομαι, aor. ἐδασ(σ)άμην repartirse deponente contracto
  119. ἡ Δάφνη, -ης Dafne nombre propio
  120. δέ y, pero (correlativa de μέν) partícula
  121. δεινός, -ή, -όν terrible; hábil 3 terminaciones
  122. τὸ δένδρον, -ου (ép. δένδρεον) árbol n. · 2.ª decl.
  123. δεξιτερός, -ά, -όν derecho; ἡ δεξιτερά: la mano derecha 3 terminaciones
  124. τὸ δέος, -ους temor n. · 3.ª decl.
  125. δεύτερος, -α, -ον segundo; δεύτερον (adv.): por segunda vez 3 terminaciones
  126. δέχομαι, aor. ἐδεξάμην recibir, aceptar; preferir deponente
  127. δή pues bien, precisamente (enfática) partícula
  128. διά (+ gen.) a través de, por medio de; (+ ac.) a causa de preposición
  129. διαιρέω, aor. διεῖλον dividir, repartir en -ω
  130. διακρίνω, perf. pas. διακέκριμαι separar en -ω
  131. διατάσσω (át. διατάττω) ordenar, disponer, repartir en -ω
  132. διδάσκω, aor. ἐδίδαξα enseñar en -ω
  133. δίδωμι, fut. δώσω, aor. ἔδωκα dar en -μι
  134. ἡ δίκη, -ης justicia; juicio, sentencia; pena f. · 1.ª decl.
  135. διοτρεφής, -ές criado por Zeus 2 terminaciones
  136. ἡ Διώνη, -ης Dione nombre propio
  137. δνοφερός, -ά, -όν oscuro, sombrío 3 terminaciones
  138. δόλιος, -α, -ον engañoso, astuto 3 terminaciones
  139. δολιχός, -ή, -όν largo 3 terminaciones
  140. ὁ δόλος, -ου astucia, engaño, trampa m. · 2.ª decl.
  141. ἡ δόσις, -εως don, regalo f. · 3.ª decl.
  142. ὁ δοῦπος, -ου estruendo, ruido sordo m. · 2.ª decl.
  143. τὸ δρέπανον, -ου hoz n. · 2.ª decl.
  144. δρέπω coger, cosechar en -ω
  145. ἡ δρῦς, δρυός encina, roble f. · 3.ª decl.
  146. ἡ δυσφροσύνη, -ης pena, preocupación f. · 1.ª decl.
  147. δυσώνυμος, -ον de nombre odioso, aborrecido 2 terminaciones
  148. τὸ δῶμα, -ατος casa, morada n. · 3.ª decl.
  149. τὸ δῶρον, -ου regalo n. · 2.ª decl.
  150. ὁ δωτήρ, -ῆρος dador m. · 3.ª decl.
  151. ἑαυτοῦ, -ῆς, -οῦ de sí mismo (reflexivo) pronombre
  152. ἔγκειμαι estar puesto en, estar dentro deponente
  153. τὸ ἔγχος, -ους lanza n. · 3.ª decl.
  154. ἐγώ, ἐμοῦ / μου; pl. ἡμεῖς yo; nosotros pronombre
  155. τὸ ἕδος, -ους asiento, morada n. · 3.ª decl.
  156. ἐθέλω (θέλω), aor. ἠθέλησα querer en -ω
  157. εἰ si conjunción
  158. τὸ εἶδος, -ους aspecto, belleza n. · 3.ª decl.
  159. εἰμί, fut. ἔσομαι, impf. ἦν ser, estar, existir en -μι
  160. εἶμι, impf. ᾖα, inf. ἰέναι, part. ἰών ir (en ático, futuro de ἔρχομαι) en -μι
  161. εἴρω (ép. part. εἴρουσα) decir en -ω
  162. εἰς (ἐς) (+ ac.) a, hacia, hasta preposición
  163. εἷς, μία, ἕν uno numeral
  164. εἰσαναβαίνω subir a en -ω
  165. ἐκ, ἐξ (+ gen.) de, desde, fuera de preposición
  166. ἕκαστος, -η, -ον cada uno pronombre
  167. ἑκατόν cien numeral
  168. ἐκγίγνομαι, perf. ἐκγέγονα nacer de deponente
  169. ἑκηβόλος, -ον que hiere de lejos (epíteto de Apolo) 2 terminaciones
  170. ἐκλήγω cesar por completo en -ω
  171. ἐκφαίνω mostrar; pas.: aparecer, salir a la luz en -ω
  172. ἐκφεύγω, aor. ἐξέφυγον escapar en -ω
  173. ὁ ἔλεγχος, -ου (ép. τὸ ἔλεγχος) prueba, refutación; (en Hesíodo) oprobio m. · 2.ª decl.
  174. ὁ Ἐλευθῆρ, -ῆρος Eléuter (ciudad de Beocia) nombre propio
  175. ἑλικοβλέφαρος, -ον de párpados ondulantes, de mirada viva 2 terminaciones
  176. ὁ Ἑλικών, -ῶνος el Helicón nombre propio
  177. αἱ Ἑλικωνιάδες, -ων las Heliconíadas (las Musas) nombre propio
  178. ἐμβαίνω, perf. ἐμβέβηκα subir a, montar; perf.: estar calzado en -ω
  179. ἐμβασιλεύω reinar en en -ω
  180. ἐμπνέω, aor. ἐνέπνευσα (+ dat.) soplar en en -ω
  181. ἐμποιέω producir, causar; med.: formar contracto en -έω
  182. ἐν (+ dat.) en preposición
  183. ἐναλίγκιος, -ον (+ dat.) semejante a 2 terminaciones
  184. ὁ ἔναυλος, -ου torrente, lecho de un río m. · 2.ª decl.
  185. ἔνθα donde, allí adverbio
  186. ἔνθεν de allí, desde allí adverbio
  187. ὁ ἐνιαυτός, -οῦ año m. · 2.ª decl.
  188. ἐννέα nueve numeral
  189. Ἐννοσίγαιος, -ου el que sacude la tierra (Poseidón) nombre propio
  190. ἐννύχιος, -α, -ον nocturno 3 terminaciones
  191. ἐντίθημι, aor. ἐνέθηκα meter, poner dentro en -μι
  192. ἐντός dentro; (+ gen.) dentro de adverbio y preposición
  193. ἡ ἐξαπάτη, -ης engaño f. · 1.ª decl.
  194. ἐξοπίσω hacia atrás adverbio
  195. ἐπάγω, aor. ἐπήγαγον traer, atraer en -ω
  196. ἐπεί cuando, después de que; puesto que conjunción
  197. ἔπειτα después, luego adverbio
  198. ἐπέχω, aor. ἐπέσχον retener, detener en -ω
  199. ἐπήρατος, -ον encantador, amable 2 terminaciones
  200. ἐπί (+ gen.) sobre, en; (+ dat.) sobre, en poder de; (+ ac.) hacia, contra preposición
  201. ἡ ἐπίκλησις, -εως sobrenombre, advocación f. · 3.ª decl.
  202. ἐπιλήθω; med. ἐπιλήθομαι med.: olvidar en -ω
  203. ἐπιρρώομαι moverse con brío deponente
  204. ἐπισταμένως con destreza adverbio
  205. ἐπιτέρπομαι deleitarse deponente
  206. ἐπίφρων, -ον prudente 2 terminaciones
  207. ἕπομαι (+ dat.) seguir, acompañar deponente
  208. τὸ ἔπος, -ους palabra; ὡς ἔπος εἰπεῖν: por así decir n. · 3.ª decl.
  209. ἐπώνυμος, -ον que da su nombre; nombre significativo 2 terminaciones
  210. ἐρατεινός, -ή, -όν amable, encantador 3 terminaciones
  211. ἐρατός, -ή, -όν amable, encantador 3 terminaciones
  212. ἡ Ἐρατώ, -οῦς Érato (musa) nombre propio
  213. τὸ ἔργον, -ου obra, hecho, trabajo n. · 2.ª decl.
  214. ἐρεβεννός, -ή, -όν tenebroso 3 terminaciones
  215. τὸ Ἔρεβος, -ους el Érebo (las tinieblas) nombre propio
  216. ἐρίγδουπος, -ον tonante (epíteto de Zeus) 2 terminaciones
  217. ἐριθηλής, -ές lozano, frondoso 2 terminaciones
  218. ἡ Ἐρινύς, -ύος Erinia (divinidad vengadora) nombre propio
  219. ἐρισθενής, -ές poderosísimo 2 terminaciones
  220. ἡ ἔρση, -ης (ἐέρση) rocío f. · 1.ª decl.
  221. ἔρχομαι, fut. εἶμι / ἐλεύσομαι, aor. ἦλθον ir, venir deponente
  222. ὁ Ἔρως, -ωτος (Ἔρος) Eros, el Amor nombre propio
  223. ἡ Ἑσπερίς, -ίδος Hespéride nombre propio
  224. ἔτυμος, -ον verdadero 2 terminaciones
  225. ἐτώσιος, -ον vano, inútil 2 terminaciones
  226. εὖ bien; εὖ ποιεῖν: hacer bien a adverbio
  227. εὐνάω acostar; pas.: acostarse, unirse (en el lecho) contracto en -άω
  228. εὐρυόδεια (fem.) de anchos caminos (epíteto de la tierra) 3 terminaciones
  229. εὐρύς, -εῖα, -ύ ancho, vasto 3 terminaciones
  230. εὐρύστερνος, -ον de amplio pecho 2 terminaciones
  231. ἐύς, ἐύ (ép. ἠύς) bueno, valiente 2 terminaciones
  232. εὐστέφανος, -ον de bella corona 2 terminaciones
  233. εὖτε cuando conjunción
  234. ἡ Εὐτέρπη, -ης Euterpe (musa) nombre propio
  235. ἐφίμερος, -ον deseable, encantador 2 terminaciones
  236. ἐχέφρων, -ον sensato, prudente 2 terminaciones
  237. ἐχθαίρω, aor. ἤχθηρα odiar en -ω
  238. ἔχθω; med. ἔχθομαι odiar; med.: ser odioso en -ω
  239. ἔχω, fut. ἕξω, aor. ἔσχον, impf. εἶχον tener; (+ adv.) estar; (+ inf.) poder en -ω
  240. ζάθεος, -α, -ον divino, sagrado 3 terminaciones
  241. ὁ Ζεύς, Διός Zeus nombre propio
  242. ἤ o; que (tras comparativo) conjunción
  243. ἦ en verdad; ¿acaso?; ἦ μήν: sin duda (en juramentos) partícula
  244. ἡ Ἥβη, -ης Hebe nombre propio
  245. ἠδέ y conjunción
  246. ἡδύς, -εῖα, -ύ (comp. ἡδίων, sup. ἥδιστος) dulce, agradable 3 terminaciones
  247. ἠερόεις, -εσσα, -εν brumoso, sombrío 3 terminaciones
  248. τὸ ἦθος, -ους carácter, costumbre; pl. (en Hesíodo): usos, costumbres n. · 3.ª decl.
  249. ὁ ἥλιος, -ου sol m. · 2.ª decl.
  250. τὸ ἦμαρ, -ατος día n. · 3.ª decl.
  251. ἡ ἡμέρα, -ας día f. · 1.ª decl.
  252. ἡμέτερος, -α, -ον nuestro 3 terminaciones
  253. ἡ ἤπειρος, -ου tierra firme, continente f. · 2.ª decl.
  254. ἡ Ἥρα, -ας Hera nombre propio
  255. ὁ Ἡσίοδος, -ου Hesíodo nombre propio
  256. τὸ ἦτορ corazón; ánimo n. · 3.ª decl.
  257. ἠχέω resonar en -ω
  258. ἡ ἠώς, ἠοῦς (át. ἕως) aurora; Ἠώς: la Aurora f. · 3.ª decl.
  259. θάλεια (fem. de θαλύς) floreciente, abundante 3 terminaciones
  260. θαλερός, -ή, -όν floreciente, joven 3 terminaciones
  261. ἡ θαλία, -ας (ép. -ίη) banquete, fiesta; abundancia f. · 1.ª decl.
  262. ὁ θάνατος, -ου muerte m. · 2.ª decl.
  263. θαρσέω tener valor, confiar contracto en -έω
  264. θαρσύνω animar, infundir valor en -ω
  265. ἡ θεά, -ᾶς (ép. gen. pl. θεάων) diosa f. · 1.ª decl.
  266. ἡ Θεία, -ας Tea (titánide) nombre propio
  267. ἡ θέμις, -ιτος lo lícito; θέμις (ἐστί): es lícito f. · 3.ª decl.
  268. ὁ θεός, -οῦ dios m. · 2.ª decl.
  269. ὁ θεράπων, -οντος servidor m. · 3.ª decl.
  270. θέσπις, -ιος divino, inspirado 2 terminaciones
  271. θηητός, -ή, -όν admirable, digno de verse 3 terminaciones
  272. ἡ θυγάτηρ, θυγατρός hija f. · 3.ª decl.
  273. ὁ θυμός, -οῦ ánimo, corazón; ira m. · 2.ª decl.
  274. θύω (θυίω) lanzarse con ímpetu, enfurecerse en -ω
  275. ὁ Ἰαπετός, -οῦ Jápeto nombre propio
  276. ἰάχω gritar, resonar; (del hierro) chirriar en -ω
  277. ἰδέ y conjunción
  278. ἱερός, -ά, -όν (ép. ἱρός) sagrado; τὰ ἱερά: los sacrificios 3 terminaciones
  279. ἵζω (ἱζάνω, eol. ἰσδάνω), aor. εἷσα sentar; intr.: sentarse en -ω
  280. ἵημι, aor. ἧκα lanzar, arrojar, emitir en -μι
  281. ἰθύς, -εῖα, -ύ recto, derecho 3 terminaciones
  282. ἱκνέομαι, aor. ἱκόμην llegar deponente contracto
  283. ἱλάσκομαι aplacar, propiciar deponente
  284. ἱμείρω (eol. ἰμέρρω) desear, anhelar en -ω
  285. ἱμερόεις, -εσσα, -εν encantador, deseable 3 terminaciones
  286. ὁ ἵμερος, -ου deseo, anhelo (Ἵμερος: el Deseo personificado) m. · 2.ª decl.
  287. ἵνα para que (+ subj.) conjunción
  288. ἰοειδής, -ές de color violeta 2 terminaciones
  289. ἰοχέαιρα (fem.) flechadora (epíteto de Ártemis) 3 terminaciones
  290. ὁ ἵππος, -ου caballo m. · 2.ª decl.
  291. ἴσος, -η, -ον igual; ἐξ ἴσου: en pie de igualdad 3 terminaciones
  292. ἡ ἰσχύς, -ύος fuerza, vigor f. · 3.ª decl.
  293. καί y; también, incluso conjunción
  294. κακός, -ή, -όν malo; τὸ κακόν: el mal 3 terminaciones
  295. καλέω, aor. ἐκάλεσα, aor. pas. ἐκλήθην llamar contracto en -έω
  296. ἡ Καλλιόπη, -ης Calíope (musa) nombre propio
  297. καλός, -ή, -όν (sup. κάλλιστος) hermoso, bueno 3 terminaciones
  298. καλύπτω, aor. ἐκάλυψα cubrir, envolver en -ω
  299. τὸ κάρα (poét.) cabeza n. · 3.ª decl.
  300. ἡ καρδία, -ας corazón f. · 1.ª decl.
  301. ὁ καρπός, -οῦ fruto m. · 2.ª decl.
  302. τὸ κάρτος, -ους fuerza n. · 3.ª decl.
  303. καρχαρόδους, -οντος de dientes afilados 2 terminaciones
  304. καταβάλλω, aor. κατέβαλον derribar en -ω
  305. καταπαύω; med. καταπαύομαι hacer cesar; med.: cesar en -ω
  306. κεδνός, -ή, -όν solícito; querido, venerable 3 terminaciones
  307. κέλομαι, aor. ἐκεκλόμην exhortar, ordenar; llamar deponente
  308. ὁ κεραυνός, -οῦ rayo m. · 2.ª decl.
  309. ὁ κευθμών, -ῶνος escondrijo, cavidad m. · 3.ª decl.
  310. ἡ κεφαλή, -ῆς cabeza f. · 1.ª decl.
  311. τὸ κῆδος, -εος pena, preocupación n. · 3.ª decl.
  312. ἡ Κήρ, Κηρός Ker (divinidad de la muerte violenta) nombre propio
  313. ὁ κιθαριστής, -οῦ citarista m. · 1.ª decl.
  314. κικλήσκω llamar, nombrar en -ω
  315. ἡ Κλειώ, -οῦς Clío (musa) nombre propio
  316. κλείω (κλέω) celebrar, cantar la gloria de en -ω
  317. τὸ κλέος gloria, fama n. · 3.ª decl.
  318. κλυτός, -ή, -όν ilustre, famoso 3 terminaciones
  319. κοιμάω; med. κοιμάομαι, fut. κοιμήσομαι hacer dormir; med.: dormir, acostarse contracto en -άω
  320. ὁ Κοῖος, -ου Ceo (titán) nombre propio
  321. ἡ κόρη, -ης muchacha f. · 1.ª decl.
  322. ἡ κορυφή, -ῆς cima, cumbre f. · 1.ª decl.
  323. ὁ Κόττος, -ου Coto (uno de los Hecatonquiros) nombre propio
  324. κρατερός, -ά, -όν fuerte, poderoso 3 terminaciones
  325. τὸ κράτος, -εος fuerza, poder n. · 3.ª decl.
  326. ἡ κρήνη, -ης fuente f. · 1.ª decl.
  327. ὁ Κρῖος, -ου Crío (titán) nombre propio
  328. Κρονίδης, -ου el Crónida, hijo de Crono (Zeus) nombre propio
  329. ὁ Κρονίων, -ωνος el Crónida, hijo de Crono (Zeus) nombre propio
  330. Κρόνος, -ου Crono nombre propio
  331. κρύπτω ocultar, esconder; enterrar en -ω
  332. ἡ Κυθέρεια, -ας Citerea (Afrodita) nombre propio
  333. Κύθηρα, -ων Citera nombre propio
  334. κυκλοτερής, -ές redondo, circular 2 terminaciones
  335. Κύκλωψ, -ωπος Cíclope nombre propio
  336. Κυπρογενής, -ές nacida en Chipre (Afrodita) 2 terminaciones
  337. ἡ Κύπρος, -ου Chipre nombre propio
  338. κύω, aor. ἔκυσα concebir, estar encinta en -ω
  339. λαγχάνω, aor. ἔλαχον (ép. ἔλλαχον) obtener por suerte; tocarle a uno en suerte en -ω
  340. λαμβάνω, fut. λήψομαι, aor. ἔλαβον coger, tomar, recibir en -ω
  341. λαμπετάω brillar contracto en -άω
  342. λαμπρός, -ά, -όν brillante, luminoso 3 terminaciones
  343. λάμπω brillar, resplandecer en -ω
  344. ὁ λαός, -οῦ pueblo, gente m. · 2.ª decl.
  345. λέγω, fut. ἐρῶ, aor. εἶπον, perf. pas. εἴρημαι decir en -ω
  346. λειριόεις, -εσσα, -εν delicado como el lirio 3 terminaciones
  347. λευκός, -ή, -όν blanco 3 terminaciones
  348. τὸ λέχος, -ους lecho n. · 3.ª decl.
  349. ἡ λησμοσύνη, -ης olvido f. · 1.ª decl.
  350. ἡ Λητώ, -οῦς Leto nombre propio
  351. λιπαρός, -ά, -όν brillante; rico, espléndido 3 terminaciones
  352. λούω, aor. ἔλουσα; med. λούομαι lavar; med.: bañarse en -ω
  353. ὁ λοχεός, -οῦ escondite, emboscada m. · 2.ª decl.
  354. ὁ λόχος, -ου emboscada m. · 2.ª decl.
  355. λυσιμελής, -ές que afloja los miembros 2 terminaciones
  356. ἡ λώβη, -ης ultraje f. · 1.ª decl.
  357. μάκαρ, -αρος feliz, bienaventurado; οἱ μάκαρες: los dioses 2 terminaciones
  358. μακρός, -ά, -όν (adv. μακράν) largo, lejano; μακράν: lejos 3 terminaciones
  359. μαλακός, -ή, -όν blando, suave 3 terminaciones
  360. μέγας, μεγάλη, μέγα grande 3 terminaciones
  361. μεδέων, -ουσα (part.) que gobierna, señor de 2 terminaciones
  362. τὸ μείδημα, -ατος sonrisa n. · 3.ª decl.
  363. ἡ μειλιχία, -ας (ép. -ίη) dulzura, suavidad f. · 1.ª decl.
  364. μειλίχιος, -α, -ον dulce, amable 3 terminaciones
  365. μείλιχος, -ον dulce, amable 2 terminaciones
  366. ὁ μείς, μηνός mes m. · 3.ª decl.
  367. μέλας, μέλαινα, μέλαν negro, oscuro, moreno 3 terminaciones
  368. αἱ Μελίαι, -ῶν las Melias (ninfas de los fresnos) nombre propio
  369. τὸ μέλος, -ους canto, melodía n. · 3.ª decl.
  370. ἡ Μελπομένη, -ης Melpómene (musa) nombre propio
  371. μέλπω; med. μέλπομαι cantar, celebrar con cantos y danzas en -ω
  372. μέλει (impers.) (+ dat. y gen.) importar impersonal
  373. μέν por una parte (correlativa de δέ) partícula
  374. ἡ μέρμηρα, -ας cuidado, inquietud f. · 1.ª decl.
  375. μέσος, -η, -ον que está en medio; el centro de 3 terminaciones
  376. μετά (+ gen.) con; (+ ac.) después de preposición
  377. μετάτροπος, -ον que vuelve, de revés 2 terminaciones
  378. μετόπισθε(ν) detrás; después adverbio
  379. τὸ μέτωπον, -ου frente n. · 2.ª decl.
  380. μήδομαι maquinar, tramar deponente
  381. τὸ μῆδος, -ους designio; pl. (en Hesíodo): genitales n. · 3.ª decl.
  382. τὸ μῆλον, -ου manzana n. · 2.ª decl.
  383. ἡ μήτηρ, μητρός madre f. · 3.ª decl.
  384. μητίετα (ép.) prudente, consejero (epíteto de Zeus) 3 terminaciones
  385. ἡ μηχανή, -ῆς recurso, artificio f. · 1.ª decl.
  386. μίγνυμι (μείγνυμι), aor. ἔμιξα mezclar; pas.: unirse (a una mujer) en -μι
  387. μιμνῄσκω; perf. μέμνημαι recordar; pas.: acordarse de en -ω
  388. μιν (ép.) a él, a ella (= αὐτόν, αὐτήν) pronombre
  389. ἡ Μνημοσύνη, -ης Mnemósine (madre de las Musas) nombre propio
  390. ἡ μοῖρα, -ας parte, destino; θείᾳ μοίρᾳ: por designio divino f. · 1.ª decl.
  391. ἡ μολπή, -ῆς canto y danza f. · 1.ª decl.
  392. μόνος, -η, -ον (adv. μόνον) solo, único 3 terminaciones
  393. ὁ μόρος, -ου destino, muerte m. · 2.ª decl.
  394. ἡ Μοῦσα, -ης (dór. Μοῖσα) Musa; (en Teócrito) canto, poesía nombre propio
  395. ὁ μῦθος, -ου palabra, discurso; relato m. · 2.ª decl.
  396. ὁ μυχός, -οῦ rincón, fondo m. · 2.ª decl.
  397. ὁ Μῶμος, -ου Momo, el Reproche nombre propio
  398. ναίω habitar, vivir en -ω
  399. νεικέω reñir, reprender contracto en -έω
  400. τὸ νεῖκος, -ους disputa, querella n. · 3.ª decl.
  401. νεοκηδής, -ές de reciente duelo 2 terminaciones
  402. νικάω, aor. ἐνίκησα vencer contracto en -άω
  403. νίσσομαι ir, marcharse deponente
  404. νιφόεις, -εσσα, -εν nevado 3 terminaciones
  405. ὁ νόμος, -ου ley m. · 2.ª decl.
  406. νόσφι(ν) lejos; (+ gen.) lejos de, sin adverbio y preposición
  407. ὁ νοῦς, νοῦ (jón. νόος) mente; ἐν νῷ ἔχειν: tener intención m. · 2.ª decl.
  408. ἡ νύμφη, -ης ninfa; novia f. · 1.ª decl.
  409. νῦν ahora adverbio
  410. ἡ νύξ, νυκτός noche f. · 3.ª decl.
  411. ὁ, ἡ, τό el, la, lo; ὁ μέν... ὁ δέ: uno... otro artículo
  412. ὁ ὄαρος, -ου conversación íntima, charla amorosa m. · 2.ª decl.
  413. ὀβριμόθυμος, -ον de ánimo violento 2 terminaciones
  414. ὄβριμος, -η, -ον pesado, poderoso 3 terminaciones
  415. ὅδε, ἥδε, τόδε este (de aquí) pronombre
  416. ὁ ὄζος, -ου rama, vástago m. · 2.ª decl.
  417. οἶδα, fut. εἴσομαι, plusc. ᾔδη saber perfecto-presente
  418. τὸ οἶδμα, -ατος oleaje n. · 3.ª decl.
  419. ἡ Ὀιζύς, -ύος Miseria (personificada) nombre propio
  420. τὸ οἰκίον, -ου casa, morada n. · 2.ª decl.
  421. οἷος, -α, -ον cual, tal como pronombre
  422. ὄλβιος, -α, -ον dichoso, próspero 3 terminaciones
  423. ὁ Ὀλμειός, -οῦ el Olmeo (río del Helicón) nombre propio
  424. Ὀλύμπιος, -α, -ον olímpico; ὁ Ὀλύμπιος: el Olímpico (Zeus) 3 terminaciones
  425. ὁ Ὄλυμπος, -ου el Olimpo nombre propio
  426. ὁμαρτέω acompañar contracto en -έω
  427. ὁμηρέω concordar, unirse (las voces) en -ω
  428. ὅμοιος, -α, -ον (+ dat.) semejante 3 terminaciones
  429. ὁμόφρων, -ον unánime, concorde 2 terminaciones
  430. ὅμως sin embargo adverbio
  431. ὁ ὄνειρος, -ου sueño; Ὄνειροι: los Sueños m. · 2.ª decl.
  432. τὸ ὄνομα, -ατος nombre n. · 3.ª decl.
  433. ὀνομαστός, -ή, -όν famoso, renombrado 3 terminaciones
  434. ὀπηδέω (ép.) (+ dat.) acompañar, seguir contracto en -έω
  435. ὁπλότατος, -η, -ον el más joven 3 terminaciones
  436. ὅπως para que; cómo conjunción
  437. ὁράω, fut. ὄψομαι, aor. εἶδον, perf. ἑώρακα ver contracto en -άω
  438. ὀρέγω, aor. ὤρεξα tender, alargar en -ω
  439. ὄρνυμι, aor. ὦρσα levantar, suscitar; plusc. ὀρώρει: se levantaba en -μι
  440. τὸ ὄρος, -ους (ép. -εος) monte, montaña n. · 3.ª decl.
  441. ὀρχέομαι bailar deponente contracto
  442. ὅς, ἥ, ὅ que, el cual (relativo) pronombre
  443. ὅσος, -η, -ον cuanto, cuan grande pronombre
  444. ἡ ὄσσα, -ης voz, rumor f. · 1.ª decl.
  445. ὅστε, ἥτε, ὅτε (ép.) el cual, que pronombre
  446. ὅστις, ἥτις, ὅ τι quienquiera que, el que; qué (interr. indirecto) pronombre
  447. ὅτε cuando conjunción
  448. ὅτι que; porque; (+ superl.) lo más... posible; ὅτι μή: salvo que conjunción
  449. οὐ, οὐκ, οὐχ no adverbio
  450. οὗ, οἷ, ἕ de sí, a sí (reflexivo de 3.ª pers.) pronombre
  451. οὐδέ ni, ni siquiera conjunción
  452. οὕνεκα porque, por qué conjunción
  453. ἡ Οὐρανία, -ας (ép. -ίη) Urania (musa) nombre propio
  454. ὁ οὐρανός, -οῦ cielo m. · 2.ª decl.
  455. οὔτις, οὔτι nadie, nada pronombre
  456. οὗτος, αὕτη, τοῦτο este, ese pronombre
  457. ὁ ὀφθαλμός, -οῦ ojo m. · 2.ª decl.
  458. ὄφρα para que; mientras, hasta que conjunción
  459. ἡ ὄψ, ὀπός voz f. · 3.ª decl.
  460. ὁ, ἡ παῖς, παιδός niño, hijo; criado m./f. · 3.ª decl.
  461. πάλιν de nuevo; de vuelta adverbio
  462. πάντῃ por todas partes adverbio
  463. παρά (+ gen.) de parte de; (+ dat.) junto a, en casa de; (+ ac.) junto a, hacia preposición
  464. παρατρέπω desviar, distraer en -ω
  465. παράφημι (ép. part. παραιφάμενος) persuadir con palabras en -μι
  466. παρθένιος, -α, -ον virginal, de doncella 3 terminaciones
  467. πᾶς, πᾶσα, πᾶν todo, cada 3 terminaciones
  468. ὁ πατήρ, πατρός padre m. · 3.ª decl.
  469. τὸ πέδιλον, -ου sandalia (poét.) n. · 2.ª decl.
  470. πείθω, aor. ἔπεισα; med. πείθομαι persuadir; med.: obedecer, creer en -ω
  471. τὸ πέλαγος, -ους mar abierto n. · 3.ª decl.
  472. πελάζω, aor. ἐπέλασ(σ)α acercar, llevar a en -ω
  473. πελώριος, -ον gigantesco, monstruoso 2 terminaciones
  474. πέλωρος, -η, -ον gigantesco, monstruoso 3 terminaciones
  475. τὸ πένθος, -ους duelo, pena n. · 3.ª decl.
  476. πεντήκοντα cincuenta numeral
  477. πέρα (ép. πέρην) más allá, al otro lado de adverbio
  478. περί (+ gen.) acerca de; (+ ac.) en torno a, respecto a preposición
  479. περικαλλής, -ές bellísimo 2 terminaciones
  480. περιπέλομαι girar; περιπλομένων ἐνιαυτῶν: al correr de los años deponente
  481. περίρρυτος, -ον rodeado por el mar 2 terminaciones
  482. ὁ Περμησσός, -οῦ el Permeso (río del Helicón) nombre propio
  483. ἡ πέτρα, -ας roca f. · 1.ª decl.
  484. ἡ Πιερία, -ας Pieria nombre propio
  485. ἡ πόα (ép. ποίη), -ας hierba f. · 3.ª decl.
  486. ποιέω, aor. ἐποίησα hacer contracto en -έω
  487. ποιμαίνω pastorear en -ω
  488. ὁ ποιμήν, -ένος pastor m. · 3.ª decl.
  489. πολιός, -ά, -όν gris, canoso; (del mar) espumoso 3 terminaciones
  490. πολύκλυστος, -ον batido por las olas 2 terminaciones
  491. ἡ Πολύμνια, -ας Polimnia (musa) nombre propio
  492. πολύπτυχος, -ον de muchos valles 2 terminaciones
  493. πολύς, πολλή, πολύ mucho; ὡς τὰ πολλά: la mayoría de las veces 3 terminaciones
  494. ὁ πόντος, -ου mar, alta mar m. · 2.ª decl.
  495. ὁ Ποσειδῶν, -ῶνος Posidón nombre propio
  496. ὁ ποταμός, -οῦ río m. · 2.ª decl.
  497. ποτέ alguna vez, en otro tiempo adverbio
  498. πότνια venerable, augusta 3 terminaciones
  499. ὁ πούς, ποδός pie m. · 3.ª decl.
  500. πρέπω distinguirse; πρέπει: conviene en -ω
  501. πρό (+ gen.) delante de, antes de preposición
  502. πρός (+ ac.) hacia, a, ante, respecto a preposición
  503. προσαυδάω dirigir la palabra contracto en -άω
  504. προσκυρέω alcanzar, llegar a en -ω
  505. πρότερος, -α, -ον (adv. πρότερον) anterior, primero (de dos) 3 terminaciones
  506. προφερής, -ές superior, sobresaliente 2 terminaciones
  507. πρώτιστος, -η, -ον el primero de todos; πρώτιστα (adv.): ante todo 3 terminaciones
  508. πρῶτος, -η, -ον (adv. πρῶτον) primero 3 terminaciones
  509. ῥαδινός, -ή, -όν esbelto, delicado 3 terminaciones
  510. ῥᾴδιος, -α, -ον (ép. adv. ῥηιδίως) fácil; ῥηιδίως: fácilmente 3 terminaciones
  511. ἡ ῥαθάμιγξ, -ιγγος gota f. · 3.ª decl.
  512. Ῥέα (ép. Ῥείη), -ας Rea nombre propio
  513. ῥέζω, aor. ἔρεξα hacer; sacrificar en -ω
  514. ῥέω, aor. ἐρρύην fluir en -ω
  515. ῥίπτω, aor. ἔρριψα arrojar en -ω
  516. ἡ σελήνη, -ης luna f. · 1.ª decl.
  517. σεύω, aor. med. ἐσσύμην lanzar; med.: lanzarse, precipitarse; ἐσσυμένως: con prisa en -ω
  518. σκαιός, -ά, -όν izquierdo; torpe 3 terminaciones
  519. τὸ σκῆπτρον, -ου (dór. σκᾶπτρον) cetro, bastón n. · 2.ª decl.
  520. σκίδνημι dispersar; med.: esparcirse en -μι
  521. στείνω estrechar; pas.: estar repleto, abarrotado en -ω
  522. στείχω caminar, ir (poét. y jón.) en -ω
  523. στεναχίζω gemir, lamentarse en -ω
  524. ὁ Στερόπης, -ου Estéropes (uno de los Cíclopes) nombre propio
  525. τὸ στῆθος, -εος pecho n. · 3.ª decl.
  526. στιβαρός, -ά, -όν robusto, macizo 3 terminaciones
  527. τὸ στόμα, -ατος boca n. · 3.ª decl.
  528. στυγερός, -ά, -όν odioso, terrible 3 terminaciones
  529. σύ, σοῦ / σου; pl. ὑμεῖς tú; vosotros pronombre
  530. σφεῖς, σφῶν, σφίσι ellos (reflexivo indirecto de 3.ª pl.) pronombre
  531. σφέτερος, -α, -ον suyo (de ellos) 3 terminaciones
  532. τανύω, perf. pas. τετάνυσμαι tender, extender en -ω
  533. ὁ Τάρταρος, -ου (pl. τὰ Τάρταρα) el Tártaro nombre propio
  534. ταχύς, -εῖα, -ύ (adv. ταχύ) rápido 3 terminaciones
  535. τε (enclít.) y; τε... καί: tanto... como conjunción
  536. τὸ τέκνον, -ου hijo n. · 2.ª decl.
  537. τελέω, aor. ἐτέλεσ(σ)α cumplir, llevar a cabo contracto en -έω
  538. τέρην, -εινα, -εν tierno, delicado 3 terminaciones
  539. τέρπω deleitar, alegrar en -ω
  540. ἡ τέρψις, -εως deleite, placer f. · 3.ª decl.
  541. ἡ Τερψιχόρη, -ης Terpsícore (musa) nombre propio
  542. τετίημαι (perf.) estar afligido deponente
  543. τὸ τεῦχος, -ους arma; pl.: armas, armadura n. · 3.ª decl.
  544. τεύχω, perf. pas. τέτυγμαι fabricar, hacer; pas.: estar hecho, ser en -ω
  545. ἡ τέχνη, -ης arte, artimaña f. · 1.ª decl.
  546. ἡ Τηθύς, -ύος Tetis (titánide) nombre propio
  547. τίκτω, aor. ἔτεκον engendrar, dar a luz en -ω
  548. τιμάω, aor. ἐτίμησα; med. τιμάομαι honrar; med.: proponer una pena contracto en -άω
  549. ἡ τιμή, -ῆς honor, honra f. · 1.ª decl.
  550. τίνω; med. τίνομαι, fut. τίσομαι pagar; med.: vengarse de, castigar en -ω
  551. τίς, τί ¿quién?, ¿qué?; τί: ¿por qué? pronombre
  552. τις, τι (enclít.) alguien, alguno, algo, un cierto pronombre
  553. ἡ τίσις, -εως castigo, venganza f. · 3.ª decl.
  554. τιταίνω tender; esforzarse en -ω
  555. ὁ Τιτάν, -ᾶνος (jon. Τιτήν) Titán nombre propio
  556. τοῖος, -α, -ον tal 3 terminaciones
  557. ὁ τοκεύς, -έως progenitor; pl.: los padres m. · 3.ª decl.
  558. τότε entonces adverbio
  559. τοὔνεκα por eso adverbio
  560. τρεῖς, τρία tres numeral
  561. τρέπω, aor. ἔτρεψα; med. ἐτραπόμην volver; med.: volverse, dirigirse en -ω
  562. τρέφω, fut. θρέψω, aor. ἔθρεψα, aor. pas. ἐτράφην criar, alimentar, mantener en -ω
  563. τυτθός, -ή, -όν pequeño; τυτθόν (adv.): un poco 3 terminaciones
  564. ὑμέτερος, -α, -ον vuestro 3 terminaciones
  565. ὑμνέω cantar, celebrar con himnos contracto en -έω
  566. ὑπέρβιος, -ον de fuerza desmesurada, violento 2 terminaciones
  567. ὑπερήφανος, -ον soberbio; extraordinario 2 terminaciones
  568. ὕπερθεν desde arriba, encima adverbio
  569. Ὑπερίων, -ονος Hiperión nombre propio
  570. ὑπισχνέομαι, aor. ὑπεσχόμην prometer deponente contracto
  571. ὁ ὕπνος, -ου sueño m. · 2.ª decl.
  572. ὑπό (+ gen.) por (agente); (+ dat.) bajo; (+ ac.) bajo, debajo de preposición
  573. ὑποτίθημι poner debajo; med.: sugerir, aconsejar en -μι
  574. ὕστερος, -α, -ον; superl. ὕστατος posterior; ὕστατος: el último 3 terminaciones
  575. τὸ φάος, -ους luz n. · 3.ª decl.
  576. φάσκω afirmar, pretender en -ω
  577. φέρτερος, -α, -ον más fuerte, mejor 3 terminaciones
  578. φέρω, fut. οἴσω, aor. ἤνεγκον llevar, traer; conducir en -ω
  579. φημί, impf. ἔφην decir, afirmar en -μι
  580. φθέγγομαι, aor. ἐφθεγξάμην emitir un sonido, sonar deponente
  581. φθίω (φθίνω) consumirse, perecer en -ω
  582. φιλέω, aor. ἐφίλησα querer; besar contracto en -έω
  583. φιλομμηδής, -ές amante de los genitales (juego con φιλομμειδής, «amante de la risa») 2 terminaciones
  584. φίλος, -η, -ον / ὁ φίλος, -ου querido; amigo 3 terminaciones
  585. ἡ φιλότης, -ητος amor, amistad; unión amorosa f. · 3.ª decl.
  586. ἡ Φοίβη, -ης Febe (titánide) nombre propio
  587. Φοῖβος, -ου Febo (Apolo) nombre propio
  588. φράζω, aor. ἔφρασα decir, indicar en -ω
  589. ἡ φρήν, φρενός mente, corazón; pl.: entrañas f. · 3.ª decl.
  590. τὸ φῦλον, -ου raza, linaje n. · 2.ª decl.
  591. φύω, perf. πέφυκα hacer nacer; perf.: ser por naturaleza; plusc.: habían brotado en -ω
  592. ἡ φωνή, -ῆς voz, sonido f. · 1.ª decl.
  593. χαίρω, aor. ἐχάρην alegrarse en -ω
  594. τὸ Χάος, -εος el Caos nombre propio
  595. χαρίεις, -εσσα, -εν gracioso, agradable 3 terminaciones
  596. ἡ χάρις, -ιτος gracia, favor f. · 3.ª decl.
  597. ἡ χείρ, χειρός mano f. · 3.ª decl.
  598. χέω, aor. ἔχευα derramar, verter; pas.: extenderse en -ω
  599. ἡ χθών, χθονός tierra, suelo f. · 3.ª decl.
  600. ὁ χορός, -οῦ danza, coro m. · 2.ª decl.
  601. ὁ χρόνος, -ου tiempo m. · 2.ª decl.
  602. χρύσεος, -η, -ον de oro, dorado 3 terminaciones
  603. χρυσοστέφανος, -ον de corona de oro 2 terminaciones
  604. ὁ χρώς, χρωτός (ép. ac. χρόα) piel, cuerpo m. · 3.ª decl.
  605. τὸ ψεῦδος, -ους mentira n. · 3.ª decl.
  606. ὁ Ὠκεανός, -οῦ Océano nombre propio
  607. ὁ ὦμος, -ου hombro m. · 2.ª decl.
  608. ἡ ὥρα, -ας hora, momento; ὥρα (ἐστί): es hora de f. · 1.ª decl.
  609. ὡς como; que; cuando; (+ part.) en la idea de que; (+ opt.) para que conjunción y adverbio

Entradas populares de este blog

Evangelio de Juan 1, 1-18

Esopo: El vendedor de estatuas

Jenofonte, Anábasis I 1