Tucídides. II 47-54 (la peste)
Tucídides, Historia de la guerra del Peloponeso II 47-54 (la peste). Pasa el cursor por una palabra, o tócala, para ver su entrada.
τοιόσδε μὲν ὁ τάφος ἐγένετο ἐν τῷ χειμῶνι τούτῳ· καὶ διελθόντος αὐτοῦ πρῶτον ἔτος τοῦ πολέμου τοῦδε ἐτελεύτα.
τοῦ δὲ θέρους εὐθὺς ἀρχομένου Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τὰ δύο μέρη ὥσπερ καὶ τὸ πρῶτον ἐσέβαλον ἐς τὴν Ἀττικήν (ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς), καὶ καθεζόμενοι ἐδῄουν τὴν γῆν.
καὶ ὄντων αὐτῶν οὐ πολλάς πω ἡμέρας ἐν τῇ Ἀττικῇ ἡ νόσος πρῶτον ἤρξατο γενέσθαι τοῖς Ἀθηναίοις, λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις, οὐ μέντοι τοσοῦτός γε λοιμὸς οὐδὲ φθορὰ οὕτως ἀνθρώπων οὐδαμοῦ ἐμνημονεύετο γενέσθαι.
οὔτε γὰρ ἰατροὶ ἤρκουν τὸ πρῶτον θεραπεύοντες ἀγνοίᾳ, ἀλλʼ αὐτοὶ μάλιστα ἔθνῃσκον ὅσῳ καὶ μάλιστα προσῇσαν, οὔτε ἄλλη ἀνθρωπεία τέχνη οὐδεμία· ὅσα τε πρὸς ἱεροῖς ἱκέτευσαν ἢ μαντείοις καὶ τοῖς τοιούτοις ἐχρήσαντο, πάντα ἀνωφελῆ ἦν, τελευτῶντές τε αὐτῶν ἀπέστησαν ὑπὸ τοῦ κακοῦ νικώμενοι.
ἤρξατο δὲ τὸ μὲν πρῶτον, ὡς λέγεται, ἐξ Αἰθιοπίας τῆς ὑπὲρ Αἰγύπτου, ἔπειτα δὲ καὶ ἐς Αἴγυπτον καὶ Λιβύην κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν.
ἐς δὲ τὴν Ἀθηναίων πόλιν ἐξαπιναίως ἐσέπεσε, καὶ τὸ πρῶτον ἐν τῷ Πειραιεῖ ἥψατο τῶν ἀνθρώπων, ὥστε καὶ ἐλέχθη ὑπʼ αὐτῶν ὡς οἱ Πελοποννήσιοι φάρμακα ἐσβεβλήκοιεν ἐς τὰ φρέατα· κρῆναι γὰρ οὔπω ἦσαν αὐτόθι. ὕστερον δὲ καὶ ἐς τὴν ἄνω πόλιν ἀφίκετο, καὶ ἔθνῃσκον πολλῷ μᾶλλον ἤδη.
λεγέτω μὲν οὖν περὶ αὐτοῦ ὡς ἕκαστος γιγνώσκει καὶ ἰατρὸς καὶ ἰδιώτης, ἀφʼ ὅτου εἰκὸς ἦν γενέσθαι αὐτό, καὶ τὰς αἰτίας ἅστινας νομίζει τοσαύτης μεταβολῆς ἱκανὰς εἶναι δύναμιν ἐς τὸ μεταστῆσαι σχεῖν· ἐγὼ δὲ οἷόν τε ἐγίγνετο λέξω, καὶ ἀφʼ ὧν ἄν τις σκοπῶν, εἴ ποτε καὶ αὖθις ἐπιπέσοι, μάλιστʼ ἂν ἔχοι τι προειδὼς μὴ ἀγνοεῖν, ταῦτα δηλώσω αὐτός τε νοσήσας καὶ αὐτὸς ἰδὼν ἄλλους πάσχοντας.
τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν· εἰ δέ τις καὶ προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη.
τοὺς δὲ ἄλλους ἀπʼ οὐδεμιᾶς προφάσεως, ἀλλʼ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει·
ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ· καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης.
λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ καὶ πολλῷ ὕστερον.
καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτʼ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλʼ ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός· τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδʼ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν. καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα, τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι· καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν.
καὶ ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντός. καὶ τὸ σῶμα, ὅσονπερ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλʼ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ, ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος, ἔτι ἔχοντές τι δυνάμεως, ἢ εἰ διαφύγοιεν, ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον διʼ αὐτὴν ἀσθενείᾳ διεφθείροντο.
διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν, καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο, τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν.
κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἐς ἄκρας χεῖρας καὶ πόδας, καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον, εἰσὶ δʼ οἳ καὶ τῶν ὀφθαλμῶν. τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως, καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους.
γενόμενον γὰρ κρεῖσσον λόγου τὸ εἶδος τῆς νόσου τά τε ἄλλα χαλεπωτέρως ἢ κατὰ τὴν ἀνθρωπείαν φύσιν προσέπιπτεν ἑκάστῳ καὶ ἐν τῷδε ἐδήλωσε μάλιστα ἄλλο τι ὂν ἢ τῶν ξυντρόφων τι· τὰ γὰρ ὄρνεα καὶ τετράποδα ὅσα ἀνθρώπων ἅπτεται, πολλῶν ἀτάφων γιγνομένων ἢ οὐ προσῄει ἢ γευσάμενα διεφθείρετο.
τεκμήριον δέ· τῶν μὲν τοιούτων ὀρνίθων ἐπίλειψις σαφὴς ἐγένετο, καὶ οὐχ ἑωρῶντο οὔτε ἄλλως οὔτε περὶ τοιοῦτον οὐδέν· οἱ δὲ κύνες μᾶλλον αἴσθησιν παρεῖχον τοῦ ἀποβαίνοντος διὰ τὸ ξυνδιαιτᾶσθαι.
τὸ μὲν οὖν νόσημα, πολλὰ καὶ ἄλλα παραλιπόντι ἀτοπίας, ὡς ἑκάστῳ ἐτύγχανέ τι διαφερόντως ἑτέρῳ πρὸς ἕτερον γιγνόμενον, τοιοῦτον ἦν ἐπὶ πᾶν τὴν ἰδέαν. καὶ ἄλλο παρελύπει κατʼ ἐκεῖνον τὸν χρόνον οὐδὲν τῶν εἰωθότων· ὃ δὲ καὶ γένοιτο, ἐς τοῦτο ἐτελεύτα.
ἔθνῃσκον δὲ οἱ μὲν ἀμελείᾳ, οἱ δὲ καὶ πάνυ θεραπευόμενοι. ἕν τε οὐδὲ ἓν κατέστη ἴαμα ὡς εἰπεῖν ὅτι χρῆν προσφέροντας ὠφελεῖν· τὸ γάρ τῳ ξυνενεγκὸν ἄλλον τοῦτο ἔβλαπτεν.
σῶμά τε αὔταρκες ὂν οὐδὲν διεφάνη πρὸς αὐτὸ ἰσχύος πέρι ἢ ἀσθενείας, ἀλλὰ πάντα ξυνῄρει καὶ τὰ πάσῃ διαίτῃ θεραπευόμενα.
δεινότατον δὲ παντὸς ἦν τοῦ κακοῦ ἥ τε ἀθυμία ὁπότε τις αἴσθοιτο κάμνων (πρὸς γὰρ τὸ ἀνέλπιστον εὐθὺς τραπόμενοι τῇ γνώμῃ πολλῷ μᾶλλον προΐεντο σφᾶς αὐτοὺς καὶ οὐκ ἀντεῖχον), καὶ ὅτι ἕτερος ἀφʼ ἑτέρου θεραπείας ἀναπιμπλάμενοι ὥσπερ τὰ πρόβατα ἔθνῃσκον· καὶ τὸν πλεῖστον φθόρον τοῦτο ἐνεποίει.
εἴτε γὰρ μὴ θέλοιεν δεδιότες ἀλλήλοις προσιέναι, ἀπώλλυντο ἐρῆμοι, καὶ οἰκίαι πολλαὶ ἐκενώθησαν ἀπορίᾳ τοῦ θεραπεύσοντος· εἴτε προσίοιεν, διεφθείροντο, καὶ μάλιστα οἱ ἀρετῆς τι μεταποιούμενοι· αἰσχύνῃ γὰρ ἠφείδουν σφῶν αὐτῶν ἐσιόντες παρὰ τοὺς φίλους, ἐπεὶ καὶ τὰς ὀλοφύρσεις τῶν ἀπογιγνομένων τελευτῶντες καὶ οἱ οἰκεῖοι ἐξέκαμνον ὑπὸ τοῦ πολλοῦ κακοῦ νικώμενοι.
ἐπὶ πλέον δʼ ὅμως οἱ διαπεφευγότες τόν τε θνῄσκοντα καὶ τὸν πονούμενον ᾠκτίζοντο διὰ τὸ προειδέναι τε καὶ αὐτοὶ ἤδη ἐν τῷ θαρσαλέῳ εἶναι· δὶς γὰρ τὸν αὐτόν, ὥστε καὶ κτείνειν, οὐκ ἐπελάμβανεν. καὶ ἐμακαρίζοντό τε ὑπὸ τῶν ἄλλων, καὶ αὐτοὶ τῷ παραχρῆμα περιχαρεῖ καὶ ἐς τὸν ἔπειτα χρόνον ἐλπίδος τι εἶχον κούφης μηδʼ ἂν ὑπʼ ἄλλου νοσήματός ποτε ἔτι διαφθαρῆναι.
ἐπίεσε δʼ αὐτοὺς μᾶλλον πρὸς τῷ ὑπάρχοντι πόνῳ καὶ ἡ ξυγκομιδὴ ἐκ τῶν ἀγρῶν ἐς τὸ ἄστυ, καὶ οὐχ ἧσσον τοὺς ἐπελθόντας.
οἰκιῶν γὰρ οὐχ ὑπαρχουσῶν, ἀλλʼ ἐν καλύβαις πνιγηραῖς ὥρᾳ ἔτους διαιτωμένων ὁ φθόρος ἐγίγνετο οὐδενὶ κόσμῳ, ἀλλὰ καὶ νεκροὶ ἐπʼ ἀλλήλοις ἀποθνῄσκοντες ἔκειντο καὶ ἐν ταῖς ὁδοῖς ἐκαλινδοῦντο καὶ περὶ τὰς κρήνας ἁπάσας ἡμιθνῆτες τοῦ ὕδατος ἐπιθυμίᾳ.
τά τε ἱερὰ ἐν οἷς ἐσκήνηντο νεκρῶν πλέα ἦν, αὐτοῦ ἐναποθνῃσκόντων· ὑπερβιαζομένου γὰρ τοῦ κακοῦ οἱ ἄνθρωποι, οὐκ ἔχοντες ὅτι γένωνται, ἐς ὀλιγωρίαν ἐτράποντο καὶ ἱερῶν καὶ ὁσίων ὁμοίως.
νόμοι τε πάντες ξυνεταράχθησαν οἷς ἐχρῶντο πρότερον περὶ τὰς ταφάς, ἔθαπτον δὲ ὡς ἕκαστος ἐδύνατο. καὶ πολλοὶ ἐς ἀναισχύντους θήκας ἐτράποντο σπάνει τῶν ἐπιτηδείων διὰ τὸ συχνοὺς ἤδη προτεθνάναι σφίσιν· ἐπὶ πυρὰς γὰρ ἀλλοτρίας φθάσαντες τοὺς νήσαντας οἱ μὲν ἐπιθέντες τὸν ἑαυτῶν νεκρὸν ὑφῆπτον, οἱ δὲ καιομένου ἄλλου ἐπιβαλόντες ἄνωθεν ὃν φέροιεν ἀπῇσαν.
πρῶτόν τε ἦρξε καὶ ἐς τἆλλα τῇ πόλει ἐπὶ πλέον ἀνομίας τὸ νόσημα. ῥᾷον γὰρ ἐτόλμα τις ἃ πρότερον ἀπεκρύπτετο μὴ καθʼ ἡδονὴν ποιεῖν, ἀγχίστροφον τὴν μεταβολὴν ὁρῶντες τῶν τε εὐδαιμόνων καὶ αἰφνιδίως θνῃσκόντων καὶ τῶν οὐδὲν πρότερον κεκτημένων, εὐθὺς δὲ τἀκείνων ἐχόντων.
ὥστε ταχείας τὰς ἐπαυρέσεις καὶ πρὸς τὸ τερπνὸν ἠξίουν ποιεῖσθαι, ἐφήμερα τά τε σώματα καὶ τὰ χρήματα ὁμοίως ἡγούμενοι.
καὶ τὸ μὲν προσταλαιπωρεῖν τῷ δόξαντι καλῷ οὐδεὶς πρόθυμος ἦν, ἄδηλον νομίζων εἰ πρὶν ἐπʼ αὐτὸ ἐλθεῖν διαφθαρήσεται· ὅτι δὲ ἤδη τε ἡδὺ πανταχόθεν τε ἐς αὐτὸ κερδαλέον, τοῦτο καὶ καλὸν καὶ χρήσιμον κατέστη.
θεῶν δὲ φόβος ἢ ἀνθρώπων νόμος οὐδεὶς ἀπεῖργε, τὸ μὲν κρίνοντες ἐν ὁμοίῳ καὶ σέβειν καὶ μὴ ἐκ τοῦ πάντας ὁρᾶν ἐν ἴσῳ ἀπολλυμένους, τῶν δὲ ἁμαρτημάτων οὐδεὶς ἐλπίζων μέχρι τοῦ δίκην γενέσθαι βιοὺς ἂν τὴν τιμωρίαν ἀντιδοῦναι, πολὺ δὲ μείζω τὴν ἤδη κατεψηφισμένην σφῶν ἐπικρεμασθῆναι, ἣν πρὶν ἐμπεσεῖν εἰκὸς εἶναι τοῦ βίου τι ἀπολαῦσαι.
τοιούτῳ μὲν πάθει οἱ Ἀθηναῖοι περιπεσόντες ἐπιέζοντο, ἀνθρώπων τʼ ἔνδον θνῃσκόντων καὶ γῆς ἔξω δῃουμένης.
ἐν δὲ τῷ κακῷ οἷα εἰκὸς ἀνεμνήσθησαν καὶ τοῦδε τοῦ ἔπους, φάσκοντες οἱ πρεσβύτεροι πάλαι ᾄδεσθαι
‘ἥξει Δωριακὸς πόλεμος καὶ λοιμὸς ἅμʼ αὐτῷ.ʼ
ἐγένετο μὲν οὖν ἔρις τοῖς ἀνθρώποις μὴ λοιμὸν ὠνομάσθαι ἐν τῷ ἔπει ὑπὸ τῶν παλαιῶν, ἀλλὰ λιμόν, ἐνίκησε δὲ ἐπὶ τοῦ παρόντος εἰκότως λοιμὸν εἰρῆσθαι· οἱ γὰρ ἄνθρωποι πρὸς ἃ ἔπασχον τὴν μνήμην ἐποιοῦντο. ἢν δέ γε οἶμαί ποτε ἄλλος πόλεμος καταλάβῃ Δωρικὸς τοῦδε ὕστερος καὶ ξυμβῇ γενέσθαι λιμόν, κατὰ τὸ εἰκὸς οὕτως ᾄσονται.
μνήμη δὲ ἐγένετο καὶ τοῦ Λακεδαιμονίων χρηστηρίου τοῖς εἰδόσιν, ὅτε ἐπερωτῶσιν αὐτοῖς τὸν θεὸν εἰ χρὴ πολεμεῖν ἀνεῖλε κατὰ κράτος πολεμοῦσι νίκην ἔσεσθαι, καὶ αὐτὸς ἔφη ξυλλήψεσθαι.
περὶ μὲν οὖν τοῦ χρηστηρίου τὰ γιγνόμενα ᾔκαζον ὁμοῖα εἶναι· ἐσβεβληκότων δὲ τῶν Πελοποννησίων ἡ νόσος ἤρξατο εὐθύς, καὶ ἐς μὲν Πελοπόννησον οὐκ ἐσῆλθεν, ὅτι καὶ ἄξιον εἰπεῖν, ἐπενείματο δὲ Ἀθήνας μὲν μάλιστα, ἔπειτα δὲ καὶ τῶν ἄλλων χωρίων τὰ πολυανθρωπότατα. ταῦτα μὲν τὰ κατὰ τὴν νόσον γενόμενα.
- ἄγαν mucho, demasiado adverbio
- ἀγνοέω, aor. ἠγνόησα ignorar, no saber contracto en -έω
- ἡ ἄγνοια, -ας ignorancia, desconocimiento f. · 1.ª decl.
- ὁ ἀγρός, -οῦ campo m. · 2.ª decl.
- ἡ ἀγρυπνία, -ας insomnio, vigilia f. · 1.ª decl.
- ἀγχίστροφος, -ον de giro repentino, cambiante 2 terminaciones
- ἄδηλος, -ον oscuro, incierto, invisible 2 terminaciones
- ᾄδω (ἀείδω), aor. ᾖσα cantar en -ω
- αἱ Ἀθῆναι, -ῶν Atenas nombre propio
- Ἀθηναῖος, -α, -ον ateniense nombre propio
- ἡ ἀθυμία, -ας desánimo, abatimiento f. · 1.ª decl.
- ἡ Αἴγυπτος, -ου Egipto nombre propio
- τὸ αἰδοῖον, -ου (pl. τὰ αἰδοῖα) partes pudendas n. · 2.ª decl.
- ἡ Αἰθιοπία, -ας Etiopía nombre propio
- αἱματώδης, -ες rojo como la sangre, sanguinolento 2 terminaciones
- αἰσθάνομαι, aor. ᾐσθόμην percibir, darse cuenta deponente
- ἡ αἴσθησις, -εως percepción, sensación f. · 3.ª decl.
- ἡ αἰσχύνη, -ης vergüenza, deshonra f. · 1.ª decl.
- ἡ αἰτία, -ας causa f. · 1.ª decl.
- αἰφνίδιος, -ον súbito, repentino 2 terminaciones
- ἀκμάζω estar en su apogeo, florecer en -ω
- ἄκρατος, -ον (ép. ἄκρητος) puro, sin mezclar (del vino) 2 terminaciones
- ἄκρος, -α, -ον extremo, la punta de 3 terminaciones
- τὸ ἀκρωτήριον, -ου extremo, saliente; pl.: extremidades (del cuerpo) n. · 2.ª decl.
- ἀλλά pero, sino conjunción
- ἀλλήλων unos a otros (recíproco) pronombre
- ἄλλος, -η, -ο otro pronombre
- ἀλλότριος, -α, -ον ajeno 3 terminaciones
- ἅμα a la vez; (+ dat.) junto con adverbio y preposición
- τὸ ἁμάρτημα, -ατος falta, delito n. · 3.ª decl.
- ἡ ἀμέλεια, -ας negligencia, descuido f. · 1.ª decl.
- ἀμελέω, aor. ἠμέλησα (+ gen.) descuidar, desatender contracto en -έω
- ἄν partícula modal (potencial, irreal, eventual) partícula
- ἀνά (+ ac.) hacia arriba, por; distributivo: cada preposición
- ἀναιρέω, aor. ἀνεῖλον matar, eliminar; levantar en -ω
- ἀναίσχυντος, -ον desvergonzado 2 terminaciones
- ἀναμιμνῄσκω recordar; med.: acordarse en -ω
- ἀναπίμπλημι llenar; contagiar en -μι
- ἀναστρέφω dar la vuelta; med.: andar, moverse de un lado a otro en -ω
- ἀνέλπιστος, -ον inesperado; sin esperanza, desesperado 2 terminaciones
- ἀνέχω, aor. ἀνέσχον (ép. ἀνεσχέθον) levantar; ἀνεσχέθομεν: sostuvimos, aguantamos en -ω
- ἀνθρώπειος, -α, -ον humano 3 terminaciones
- ὁ ἄνθρωπος, -ου hombre, ser humano m. · 2.ª decl.
- ἀνίστημι, aor. ἀνέστησα / ἀνέστην levantar; intr.: levantarse en -μι
- ἡ ἀνομία, -ας desprecio de la ley, anarquía f. · 1.ª decl.
- ἄνοσος, -ον sano, libre de enfermedad 2 terminaciones
- ἀντέχω resistir, aguantar en -ω
- ἀντιδίδωμι dar a cambio, pagar en -μι
- ἡ ἀντίληψις, -εως contagio; acción de agarrar f. · 3.ª decl.
- ἄνω arriba; τὰ ἄνω: el piso de arriba adverbio
- ἄνωθεν desde arriba adverbio
- ἀνωφελής, -ές inútil 2 terminaciones
- ἄξιος, -α, -ον digno 3 terminaciones
- ἀξιόω, aor. ἠξίωσα considerar digno; pedir, reclamar contracto en -όω
- ἅπας, ἅπασα, ἅπαν todo, todo entero 3 terminaciones
- ἄπαυστος, -ον incesante 2 terminaciones
- ἄπειμι (εἶμι), impf. ἀπῇα irse, marcharse en -μι
- ἀπείργω apartar, impedir en -ω
- ἀπό (+ gen.) de, desde preposición
- ἀποβαίνω, aor. ἀπέβην desembarcar; resultar en -ω
- ἀπογίγνομαι apartarse, faltar; morir deponente
- ἀποθνῄσκω, fut. ἀποθανοῦμαι, aor. ἀπέθανον, perf. τέθνηκα morir en -ω
- ἡ ἀποκάθαρσις, -εως evacuación, vómito (de bilis) f. · 3.ª decl.
- ἀποκρίνω, aor. ἀπέκρινα separar, apartar (cf. ἀποκρίνομαι, responder) en -ω
- ἀποκρύπτω, aor. ἀπέκρυψα ocultar en -ω
- ἀπολαύω, aor. ἀπέλαυσα (+ gen.) disfrutar de en -ω
- ἀπόλλυμι, aor. ἀπώλεσα, perf. ἀπόλωλα perder, destruir; med. y perf.: perecer, estar perdido en -μι
- ἡ ἀπορία, -ας dificultad, falta de recursos, perplejidad f. · 1.ª decl.
- ἅπτω, aor. ἧψα; med. ἅπτομαι atar; med. (+ gen.): tocar, emprender en -ω
- ἡ ἀρετή, -ῆς virtud, excelencia f. · 1.ª decl.
- ἀρκέω, aor. ἤρκεσα bastar contracto en -έω
- ὁ Ἀρχίδαμος, -ου Arquidamo (rey de Esparta) nombre propio
- ἄρχω, aor. ἦρξα; med. ἄρχομαι (+ gen.) mandar; med.: empezar en -ω
- ἡ ἀσθένεια, -ας debilidad; enfermedad f. · 1.ª decl.
- τὸ ἄστυ, -εως ciudad n. · 3.ª decl.
- ἄταφος, -ον insepulto 2 terminaciones
- ἡ ἀτοπία, -ας rareza, carácter extraordinario f. · 1.ª decl.
- ἄτοπος, -ον extraño, insólito, absurdo; anómalo, malsano 2 terminaciones
- ἡ Ἀττική, -ῆς el Ática nombre propio
- αὖθις de nuevo, otra vez adverbio
- αὐτάρκης, -ες autosuficiente; suficiente 2 terminaciones
- αὐτός, -ή, -ό él; mismo; ὁ αὐτός: el mismo pronombre
- ἀφειδέω no escatimar, descuidar contracto en -έω
- ἀφίημι, aor. ἀφῆκα soltar, dejar, renunciar a en -μι
- ἀφικνέομαι, aor. ἀφικόμην llegar deponente contracto
- ἀφίστημι, aor. ἀπέστην apartar; intr.: sublevarse, pasarse a en -μι
- ὁ βασιλεύς, -έως rey m. · 3.ª decl.
- ἡ βήξ, βηχός tos f. · 3.ª decl.
- ὁ βίος, -ου vida; medios de vida, hacienda m. · 2.ª decl.
- βιόω, aor. ἐβίων vivir contracto en -όω
- βλάπτω, aor. ἔβλαψα dañar en -ω
- ὁ βράγχος, -ου ronquera m. · 2.ª decl.
- γάρ pues, porque partícula
- γε al menos, por cierto (enfática) partícula
- γεύω, aor. ἔγευσα; med. γεύομαι dar a probar; med.: probar en -ω
- ἡ γῆ, γῆς tierra f. · 3.ª decl.
- γίγνομαι (γίνομαι), fut. γενήσομαι, aor. ἐγενόμην, perf. γέγονα llegar a ser, nacer, suceder deponente
- γιγνώσκω (γινώσκω), fut. γνώσομαι, aor. ἔγνων conocer; (+ inf.) decidir en -ω
- ἡ γλῶσσα, -ης lengua; don de lenguas f. · 1.ª decl.
- ἡ γνώμη, -ης opinión, parecer, propósito f. · 1.ª decl.
- γυμνός, -ή, -όν desnudo 3 terminaciones
- δέ y, pero (correlativa de μέν) partícula
- δείδω, aor. ἔδεισα, perf. δέδοικα temer en -ω
- δεινός, -ή, -όν terrible; hábil 3 terminaciones
- δή pues bien, precisamente (enfática) partícula
- δηιόω (át. δῃόω), aor. pas. ἐδῃώθην matar, destrozar contracto en -όω
- δηλόω mostrar, manifestar, aclarar contracto en -όω
- διά (+ gen.) a través de, por medio de; (+ ac.) a causa de preposición
- ἡ δίαιτα, -ης modo de vida, régimen f. · 1.ª decl.
- διαιτάω; med. διαιτάομαι med.: vivir, llevar un modo de vida contracto en -άω
- ἡ διάρροια, -ας diarrea f. · 1.ª decl.
- διαφαίνω mostrar; pas.: brillar a través, resplandecer en -ω
- διαφερόντως de modo distinto; especialmente adverbio
- διαφεύγω, aor. διέφυγον escapar en -ω
- διαφθείρω, aor. διέφθειρα destruir; corromper, seducir en -ω
- διέξειμι (ir) recorrer, atravesar en -μι
- διέρχομαι, aor. διῆλθον atravesar; transcurrir deponente
- ἡ δίκη, -ης justicia; juicio, sentencia; pena f. · 1.ª decl.
- δίς dos veces adverbio
- ἡ δίψα, -ης sed f. · 1.ª decl.
- δοκέω, aor. ἔδοξα parecer; creer contracto en -έω
- ἡ δόξα, -ης opinión; fama, gloria f. · 1.ª decl.
- δράω, aor. ἔδρασα hacer, obrar contracto en -άω
- δύναμαι, aor. ἐδυνήθην poder deponente
- ἡ δύναμις, -εως fuerza; tropas f. · 3.ª decl.
- δύο dos numeral
- δυσώδης, -ες maloliente 2 terminaciones
- Δωριακός, -ή, -όν dorio 3 terminaciones
- Δωρικός, -ή, -όν dorio 3 terminaciones
- ἐάν (ἄν, ἤν; κἄν = καὶ ἐάν) si (+ subj.) conjunción
- ἑαυτοῦ, -ῆς, -οῦ de sí mismo (reflexivo) pronombre
- ἑβδομαῖος, -α, -ον al séptimo día 3 terminaciones
- ἐγγίγνομαι nacer en, producirse en deponente
- ἐγκατασκήπτω abatirse sobre, caer sobre en -ω
- ἐγώ, ἐμοῦ / μου; pl. ἡμεῖς yo; nosotros pronombre
- ἕζομαι sentarse deponente
- ἐθέλω (θέλω), aor. ἠθέλησα querer en -ω
- εἰ si conjunción
- τὸ εἶδος, -ους aspecto, belleza n. · 3.ª decl.
- εἰκάζω, aor. εἴκασα conjeturar; comparar en -ω
- εἰκός, -ότος (part. de ἔοικα) verosímil, razonable; εἰκότως: con razón 2 terminaciones
- εἰμί, fut. ἔσομαι, impf. ἦν ser, estar, existir en -μι
- εἰς (ἐς) (+ ac.) a, hacia, hasta preposición
- εἰσβάλλω (jon. ἐσβάλλω) echar dentro; invadir en -ω
- εἴσειμι (εἶμι) entrar en -μι
- εἰσέρχομαι, aor. εἰσῆλθον entrar deponente
- εἰσπίπτω (jon. ἐσπίπτω) caer en, irrumpir en -ω
- εἴτε... εἴτε ya... ya, sea... sea conjunción
- εἴωθα (perf.) soler, tener costumbre perfecto-presente
- ἐκ, ἐξ (+ gen.) de, desde, fuera de preposición
- ἕκαστος, -η, -ον cada uno pronombre
- ἐκεῖνος, -η, -ο aquel pronombre
- ἐκκάμνω agotarse, desfallecer en -ω
- ἐλάττων, ἔλαττον (ἐλάσσων) menor (comp. de μικρός, ὀλίγος); περὶ ἐλάττονος ποιεῖσθαι: tener en menos 2 terminaciones
- τὸ ἕλκος, -ους herida, llaga n. · 3.ª decl.
- ἡ ἕλκωσις, -εως ulceración f. · 3.ª decl.
- ἐλπίζω esperar en -ω
- ἡ ἐλπίς, -ίδος esperanza f. · 3.ª decl.
- ἐμπίπτω, aor. ἐνέπεσον caer en, dar con en -ω
- ἐμποιέω producir, causar; med.: formar contracto en -έω
- ἐν (+ dat.) en preposición
- ἐναποθνῄσκω morir en en -ω
- ἐναταῖος, -α, -ον al noveno día 3 terminaciones
- ἐνδίδωμι entregar; provocar en -μι
- ἔνδον dentro adverbio
- ἐντός dentro; (+ gen.) dentro de adverbio y preposición
- ἐξαίφνης (ἐξαπίνης) de repente adverbio
- ἐξανθέω florecer; brotar (una erupción) contracto en -έω
- ἐξαπίναιος, -α, -ον repentino 3 terminaciones
- ἔξω fuera; (+ gen.) fuera de adverbio y preposición
- ἔξωθεν desde fuera adverbio
- ἔοικα (perf.); εἰκός parecer; εἰκός (ἐστι): es natural, probable perfecto-presente
- ἡ ἐπαύρεσις, -εως disfrute, provecho f. · 3.ª decl.
- ἐπεί cuando, después de que; puesto que conjunción
- ἔπειμι (εἶμι); ἡ ἐπιοῦσα sobrevenir; ἡ ἐπιοῦσα: el día siguiente en -μι
- ἔπειτα después, luego adverbio
- ἐπέρχομαι, aor. ἐπῆλθον (+ dat.) venir a, ocurrírsele a deponente
- ἐπερωτάω preguntar, consultar contracto en -άω
- ἐπί (+ gen.) sobre, en; (+ dat.) sobre, en poder de; (+ ac.) hacia, contra preposición
- ἐπιβάλλω, aor. ἐπέβαλον echar sobre; τὸ ἐπιβάλλον: lo que corresponde en -ω
- ἡ ἐπιβολή, -ῆς lo que se echa encima (ropa, cobertor) f. · 1.ª decl.
- ἐπιγίγνομαι (-γίνομαι), aor. ἐπεγενόμην sobrevenir deponente
- ἡ ἐπιθυμία, -ας deseo f. · 1.ª decl.
- ἐπικάτειμι (ir) bajar, descender en -μι
- ἐπίκειμαι estar puesto encima deponente
- ἐπικρεμάννυμι colgar sobre; pas.: amenazar en -μι
- ἐπιλαμβάνω coger, atacar, sobrevenir en -ω
- ἡ ἐπίλειψις, -εως falta, desaparición f. · 3.ª decl.
- ἐπινέμω repartir; med.: propagarse en -ω
- ἐπιπίπτω, aor. ἐπέπεσον caer sobre, echarse sobre en -ω
- ἐπισημαίνω señalar; manifestarse en -ω
- ἐπιτήδειος, -α, -ον adecuado; οἱ ἐπιτήδειοι: los amigos, allegados 3 terminaciones
- ἐπιτίθημι, aor. ἐπέθηκα poner encima; med.: ponerse en -μι
- τὸ ἔπος, -ους palabra; ὡς ἔπος εἰπεῖν: por así decir n. · 3.ª decl.
- ἔρημος, -ον solo, abandonado, desierto 2 terminaciones
- ἡ ἔρις, -ιδος disputa, rivalidad f. · 3.ª decl.
- τὸ ἐρύθημα, -ατος rubor n. · 3.ª decl.
- ἔρχομαι, fut. εἶμι / ἐλεύσομαι, aor. ἦλθον ir, venir deponente
- ἕτερος, -α, -ον (θάτερον = τὸ ἕτερον) el otro (de dos), otro pronombre
- ἔτι todavía, aún adverbio
- τὸ ἔτος, -ους año n. · 3.ª decl.
- εὐδαίμων, -ον feliz 2 terminaciones
- εὐθύς enseguida, al punto adverbio
- ἐφήμερος, -ον efímero, de un día; ὁ ἐφήμερος: mortal 2 terminaciones
- ἔχω, fut. ἕξω, aor. ἔσχον, impf. εἶχον tener; (+ adv.) estar; (+ inf.) poder en -ω
- ὁ Ζευξίδαμος, -ου Zeuxidamo nombre propio
- ἤ o; que (tras comparativo) conjunción
- ἡγέομαι, aor. ἡγησάμην guiar, ir delante; considerar, creer deponente contracto
- ἤδη ya adverbio
- ἡ ἡδονή, -ῆς placer f. · 1.ª decl.
- ἡδύς, -εῖα, -ύ (comp. ἡδίων, sup. ἥδιστος) dulce, agradable 3 terminaciones
- ἥκω, fut. ἥξω haber llegado, estar aquí en -ω
- ἡ ἡμέρα, -ας día f. · 1.ª decl.
- ἡμιθνής, -ῆτος medio muerto 2 terminaciones
- ἡσυχάζω estar tranquilo, descansar en -ω
- ἥττων, ἧττον (ἥσσων) menor, inferior; ἧττον: menos 2 terminaciones
- θάπτω, aor. ἔθαψα enterrar en -ω
- θαρσαλέος, -α, -ον confiado, audaz 3 terminaciones
- ὁ θεός, -οῦ dios m. · 2.ª decl.
- ἡ θεραπεία, -ας cuidado, atención; tratamiento médico f. · 1.ª decl.
- θεραπεύω, aor. ἐθεράπευσα cuidar, atender en -ω
- ἡ θέρμη, -ης calor, fiebre f. · 1.ª decl.
- θερμός, -ή, -όν caliente 3 terminaciones
- τὸ θέρος, -ους verano; mies, cosecha n. · 3.ª decl.
- ἡ θήκη, -ης tumba; caja f. · 1.ª decl.
- θνῄσκω, aor. ἔθανον morir en -ω
- τὸ ἴαμα, -ατος remedio n. · 3.ª decl.
- ὁ ἰατρός, -οῦ médico m. · 2.ª decl.
- ἡ ἰδέα, -ας forma, aspecto; clase f. · 1.ª decl.
- ὁ ἰδιώτης, -ου particular, ciudadano corriente; profano m. · 1.ª decl.
- ἱδρύω establecer, asentar en -ω
- ἱερός, -ά, -όν (ép. ἱρός) sagrado; τὰ ἱερά: los sacrificios 3 terminaciones
- ἱκανός, -ή, -όν capaz, suficiente 3 terminaciones
- ἱκετεύω, aor. ἱκέτευσα suplicar en -ω
- τὸ ἱμάτιον, -ου manto; pl.: ropa n. · 2.ª decl.
- ἴσος, -η, -ον igual; ἐξ ἴσου: en pie de igualdad 3 terminaciones
- ἰσχυρός, -ά, -όν fuerte, intenso 3 terminaciones
- ἡ ἰσχύς, -ύος fuerza, vigor f. · 3.ª decl.
- καθίστημι, aor. κατέστησα / κατέστην establecer, nombrar; intr.: establecerse en -μι
- καί y; también, incluso conjunción
- καίω (κάω), aor. ἔκαυσα quemar; pas.: arder, abrasarse en -ω
- κακός, -ή, -όν malo; τὸ κακόν: el mal 3 terminaciones
- καλινδέομαι revolcarse deponente contracto
- καλός, -ή, -όν (sup. κάλλιστος) hermoso, bueno 3 terminaciones
- ἡ καλύβη, -ης cabaña, choza f. · 1.ª decl.
- κάμνω, aor. ἔκαμον fatigarse, esforzarse en -ω
- ἡ καρδία, -ας corazón f. · 1.ª decl.
- κατά (+ gen.) contra, hacia abajo; (+ ac.) por, según, a lo largo de preposición
- καταβαίνω, aor. κατέβην bajar en -ω
- καταλαμβάνω, aor. κατέλαβον sorprender, encontrar; apoderarse de en -ω
- κατασκήπτω abatirse sobre, atacar en -ω
- καταψηφίζομαι votar en contra, condenar deponente
- τὸ καῦμα, -ατος calor ardiente n. · 3.ª decl.
- κεῖμαι, impf. ἐκείμην yacer, estar puesto deponente
- κενός, -ή, -όν vacío; vano 3 terminaciones
- κενόω vaciar, despoblar contracto en -όω
- κερδαλέος, -α, -ον provechoso; astuto 3 terminaciones
- ἡ κεφαλή, -ῆς cabeza f. · 1.ª decl.
- ἡ κοιλία, -ας vientre f. · 1.ª decl.
- ὁ κόσμος, -ου mundo; orden m. · 2.ª decl.
- κοῦφος, -η, -ον ligero, leve; vano, sin consistencia 3 terminaciones
- τὸ κράτος, -εος fuerza, poder n. · 3.ª decl.
- κρείττων, -ον (κρείσσων) mejor, superior (comp. de ἀγαθός) 2 terminaciones
- ἡ κρήνη, -ης fuente f. · 1.ª decl.
- κρίνω, aor. ἔκρινα juzgar, decidir en -ω
- κτάομαι, aor. ἐκτησάμην, perf. κέκτημαι adquirir; perf.: poseer deponente contracto
- κτείνω, aor. ἔκτεινα matar en -ω
- ὁ, ἡ κύων, κυνός perro m./f. · 3.ª decl.
- Λακεδαιμόνιος, -α, -ον lacedemonio, espartano nombre propio
- λαμβάνω, fut. λήψομαι, aor. ἔλαβον coger, tomar, recibir en -ω
- λέγω, fut. ἐρῶ, aor. εἶπον, perf. pas. εἴρημαι decir en -ω
- λεπτός, -ή, -όν fino, sutil, tenue 3 terminaciones
- ἡ λήθη, -ης olvido f. · 1.ª decl.
- ἡ Λῆμνος, -ου Lemnos nombre propio
- ἡ Λιβύη, -ης Libia nombre propio
- ὁ (ἡ) λιμός, -οῦ hambre m. · 3.ª decl.
- ὁ λόγος, -ου palabra, discurso, razón; ἑνὶ λόγῳ: en una palabra m. · 2.ª decl.
- ὁ λοιμός, -οῦ peste m. · 2.ª decl.
- ἡ λύγξ, λυγγός hipo f. · 3.ª decl.
- λωφάω cesar, aliviarse contracto en -άω
- μακαρίζω felicitar, considerar dichoso en -ω
- μάλιστα sobre todo, lo más adverbio
- μᾶλλον más adverbio
- τὸ μαντεῖον, -ου oráculo (sede o respuesta) n. · 2.ª decl.
- μαραίνω consumir; pas.: consumirse, apagarse en -ω
- μέγας, μεγάλη, μέγα grande 3 terminaciones
- μεθίστημι (μεθιστάνω) trasladar, mover de sitio en -μι
- μείζων, -ον mayor (comp. de μέγας) 2 terminaciones
- μέν por una parte (correlativa de δέ) partícula
- μέντοι sin embargo; desde luego partícula
- τὸ μέρος, -ους parte; παρὰ μέρος: por turno n. · 3.ª decl.
- μετά (+ gen.) con; (+ ac.) después de preposición
- ἡ μεταβολή, -ῆς cambio f. · 1.ª decl.
- μεταποιέω; med. μεταποιέομαι transformar; med.: reivindicar contracto en -έω
- μέχρι hasta (+ gen.) preposición
- μή no (negación subjetiva) adverbio
- μηδέ ni, ni siquiera conjunción
- μήτε... μήτε ni... ni conjunción
- μικρός, -ά, -όν (σμικρός) pequeño 3 terminaciones
- ἡ μνήμη, -ης memoria, recuerdo f. · 1.ª decl.
- μνημονεύω, aor. ἐμνημόνευσα (+ gen.) acordarse de, mencionar en -ω
- νεκρός, -ά, -όν muerto 3 terminaciones
- νέω (νηέω), aor. ἔνησα amontonar, apilar contracto en -έω
- νικάω, aor. ἐνίκησα vencer contracto en -άω
- ἡ νίκη, -ης victoria f. · 1.ª decl.
- νομίζω, aor. ἐνόμισα creer, considerar en -ω
- ὁ νόμος, -ου ley m. · 2.ª decl.
- νοσέω, aor. ἐνόσησα estar enfermo contracto en -έω
- τὸ νόσημα, -ατος enfermedad n. · 3.ª decl.
- ἡ νόσος, -ου enfermedad f. · 2.ª decl.
- ὁ, ἡ, τό el, la, lo; ὁ μέν... ὁ δέ: uno... otro artículo
- ὅδε, ἥδε, τόδε este (de aquí) pronombre
- ἡ ὁδός, -οῦ camino f. · 2.ª decl.
- οἶδα, fut. εἴσομαι, plusc. ᾔδη saber perfecto-presente
- οἰκεῖος, -α, -ον propio, de casa; τὰ οἰκεῖα: los asuntos propios 3 terminaciones
- ἡ οἰκία, -ας casa f. · 1.ª decl.
- οἰκτίζω; med. οἰκτίζομαι compadecer; med.: lamentarse en -ω
- οἴομαι (οἶμαι), aor. ᾠήθην creer, suponer deponente
- οἷος, -α, -ον cual, tal como pronombre
- ἡ ὀλιγωρία, -ας desprecio, descuido f. · 1.ª decl.
- ἡ ὀλόφυρσις, -εως lamento f. · 3.ª decl.
- ὅμοιος, -α, -ον (+ dat.) semejante 3 terminaciones
- ὁμολογέω, aor. ὡμολόγησα estar de acuerdo, convenir, reconocer contracto en -έω
- ὅμως sin embargo adverbio
- ὀνομάζω, aor. ὠνόμασα nombrar, llamar en -ω
- ὁπότε cuando, siempre que conjunción
- ὁράω, fut. ὄψομαι, aor. εἶδον, perf. ἑώρακα ver contracto en -άω
- τὸ ὄρνεον, -ου pájaro, ave n. · 2.ª decl.
- ὁ, ἡ ὄρνις, -ιθος ave m./f. · 3.ª decl.
- ὅς, ἥ, ὅ que, el cual (relativo) pronombre
- ὅσιος, -α, -ον piadoso, permitido por la ley divina 3 terminaciones
- ὅσος, -η, -ον cuanto, cuan grande pronombre
- ὅστις, ἥτις, ὅ τι quienquiera que, el que; qué (interr. indirecto) pronombre
- ὅτε cuando conjunción
- ὅτι que; porque; (+ superl.) lo más... posible; ὅτι μή: salvo que conjunción
- οὐ, οὐκ, οὐχ no adverbio
- οὐδαμοῦ en ninguna parte adverbio
- οὐδέ ni, ni siquiera conjunción
- οὐδείς, οὐδεμία, οὐδέν nadie, ninguno, nada pronombre
- οὖν así pues, por tanto partícula
- οὔπω todavía no adverbio
- οὔτε ni conjunción
- οὗτος, αὕτη, τοῦτο este, ese pronombre
- οὕτως, οὕτω así adverbio
- ὁ ὀφθαλμός, -οῦ ojo m. · 2.ª decl.
- τὸ πάθος, -ους lo que a uno le pasa, experiencia, afección n. · 3.ª decl.
- πάλαι hace tiempo adverbio
- παλαιός, -ά, -όν antiguo 3 terminaciones
- πανταχόθεν de todas partes adverbio
- πάνυ muy, del todo adverbio
- παρά (+ gen.) de parte de; (+ dat.) junto a, en casa de; (+ ac.) junto a, hacia preposición
- παραλείπω omitir, pasar por alto en -ω
- παραλυπέω afligir además contracto en -έω
- παραυτίκα al momento adverbio
- παραχρῆμα al instante adverbio
- πάρειμι (εἰμί) estar presente; τὸ παρόν: el presente en -μι
- παρέχω, fut. παρέξω, aor. παρέσχον proporcionar, ofrecer; πράγματα παρέχειν: causar molestias en -ω
- πᾶς, πᾶσα, πᾶν todo, cada 3 terminaciones
- πάσχω, fut. πείσομαι, aor. ἔπαθον, perf. πέπονθα experimentar, sufrir, pasarle a uno algo en -ω
- ὁ Πειραιεύς, -ῶς el Pireo nombre propio
- πελιδνός (πελιτνός), -ή, -όν lívido, amoratado 3 terminaciones
- Πελοποννήσιος, -α, -ον peloponesio nombre propio
- ἡ Πελοπόννησος, -ου el Peloponeso nombre propio
- περί (+ gen.) acerca de; (+ ac.) en torno a, respecto a preposición
- περιγίγνομαι (-γίνομαι), aor. περιεγενόμην (+ gen.) superar, vencer; resultar deponente
- περιπίπτω caer en, tropezar con en -ω
- περιχαρής, -ές muy alegre 2 terminaciones
- πιέζω, aor. ἐπίεσα oprimir, acosar en -ω
- πλεῖστος, -η, -ον muchísimo, el mayor número (superl. de πολύς) 3 terminaciones
- πλείων, πλέον (πλέων) más (comp. de πολύς); τὸ πλέον: en su mayor parte 2 terminaciones
- πλέως, -α, -ων (jon. πλέος, dór. πλεῖος) lleno 3 terminaciones
- τὸ πνεῦμα, -ατος viento, soplo n. · 3.ª decl.
- πνιγηρός, -ά, -όν sofocante 3 terminaciones
- ποιέω, aor. ἐποίησα hacer contracto en -έω
- πολεμέω, aor. ἐπολέμησα (+ dat.) hacer la guerra contracto en -έω
- ὁ πόλεμος, -ου guerra m. · 2.ª decl.
- ἡ πόλις, -εως ciudad f. · 3.ª decl.
- πολλαχόσε en muchas direcciones adverbio
- πολυάνθρωπος, -ον populoso 2 terminaciones
- πολύς, πολλή, πολύ mucho; ὡς τὰ πολλά: la mayoría de las veces 3 terminaciones
- πονέω, aor. ἐπόνησα esforzarse, trabajar contracto en -έω
- ὁ πόνος, -ου trabajo, fatiga m. · 2.ª decl.
- ποτε (enclít.) una vez, alguna vez adverbio
- τὸ ποτόν, -οῦ bebida n. · 2.ª decl.
- ὁ πούς, ποδός pie m. · 3.ª decl.
- ὁ πρέσβυς, -εως anciano; comp. πρεσβύτερος: mayor m. · 3.ª decl.
- πρίν antes de, antes de que conjunción
- τὸ πρόβατον, -ου oveja; pl.: ganado menor n. · 2.ª decl.
- προθνῄσκω morir antes en -ω
- πρόθυμος, -ον dispuesto, celoso 2 terminaciones
- προΐημι; med. προΐεμαι soltar, dejar salir en -μι
- προκάμνω fatigarse antes; padecer antes otra enfermedad en -ω
- πρόοιδα saber de antemano, prever en -ω
- πρός (+ ac.) hacia, a, ante, respecto a preposición
- πρόσειμι (εἶμι) acercarse en -μι
- προσπίπτω caer sobre, sobrevenir en -ω
- προσταλαιπωρέω perseverar en el esfuerzo en -ω
- προσφέρω, aor. προσήνεγκον, aor. pas. προσηνέχθην llevar a, presentar; pas.: ir a parar a en -ω
- πρότερος, -α, -ον (adv. πρότερον) anterior, primero (de dos) 3 terminaciones
- ἡ πρόφασις, -εως pretexto f. · 3.ª decl.
- πρῶτος, -η, -ον (adv. πρῶτον) primero 3 terminaciones
- ὁ πταρμός, -οῦ estornudo m. · 2.ª decl.
- ἡ πυρά, -ᾶς pira f. · 1.ª decl.
- πω (tras negación) todavía, aún; οὔ πω: todavía no adverbio
- ῥᾴδιος, -α, -ον (ép. adv. ῥηιδίως) fácil; ῥηιδίως: fácilmente 3 terminaciones
- ῥίπτω, aor. ἔρριψα arrojar en -ω
- σαφής, -ές claro, evidente 2 terminaciones
- σέβομαι venerar, respetar deponente
- ἡ σινδών, -όνος tela de lino fino f. · 3.ª decl.
- σκηνάω (σκηνέω) alojarse en tiendas o cabañas contracto en -άω
- σκοπέω mirar, examinar, considerar contracto en -έω
- ἡ σπάνις, -εως escasez f. · 3.ª decl.
- ὁ σπασμός, -οῦ convulsión m. · 2.ª decl.
- στερίσκω privar; pas.: verse privado en -ω
- τὸ στῆθος, -εος pecho n. · 3.ª decl.
- στηρίζω asentar, fijar; establecerse en -ω
- ἡ συγκομιδή, -ῆς (ξυγκομιδή) traslado, acarreo f. · 1.ª decl.
- συλλαμβάνω, aor. συνέλαβον apresar, detener en -ω
- συμβαίνω ocurrir, suceder en -ω
- σύμμαχος, -ον aliado 2 terminaciones
- συμφέρω convenir, ser útil en -ω
- συναιρέω reunir; ὡς συνελόντι εἰπεῖν: en resumen en -ω
- συνδιαιτάομαι convivir deponente contracto
- συνέχω mantener unido; pas.: estar dominado, afligido en -ω
- συνταράσσω (át. -ττω) perturbar en -ω
- συντρέφω criar juntos; ὁ ξύντροφος: compañero de crianza en -ω
- συχνός, -ή, -όν numeroso, mucho 3 terminaciones
- σφεῖς, σφῶν, σφίσι ellos (reflexivo indirecto de 3.ª pl.) pronombre
- τὸ σῶμα, -ατος cuerpo n. · 3.ª decl.
- ἡ ταλαιπωρία, -ας penalidad, fatiga f. · 1.ª decl.
- ἡ ταφή, -ῆς sepultura f. · 1.ª decl.
- ὁ τάφος, -ου tumba; sepultura m. · 2.ª decl.
- ταχύς, -εῖα, -ύ (adv. ταχύ) rápido 3 terminaciones
- τε (enclít.) y; τε... καί: tanto... como conjunción
- τὸ τεκμήριον, -ου prueba, indicio n. · 2.ª decl.
- τελευτάω, aor. ἐτελεύτησα morir; terminar contracto en -άω
- τερπνός, -ή, -όν agradable 3 terminaciones
- τετράποδος, -ον (τετράπους) cuadrúpedo 2 terminaciones
- ἡ τέχνη, -ης arte, artimaña f. · 1.ª decl.
- ἡ τιμωρία, -ας castigo, venganza f. · 1.ª decl.
- τις, τι (enclít.) alguien, alguno, algo, un cierto pronombre
- τοιόσδε, -άδε, -όνδε tal (como sigue) pronombre
- τοιοῦτος, -αύτη, -οῦτο tal, semejante pronombre
- τολμάω, aor. ἐτόλμησα atreverse contracto en -άω
- τοσοῦτος, -αύτη, -οῦτο tan grande, tanto pronombre
- τρέπω, aor. ἔτρεψα; med. ἐτραπόμην volver; med.: volverse, dirigirse en -ω
- τυγχάνω, fut. τεύξομαι, aor. ἔτυχον (+ gen.) conseguir; (+ part.) encontrarse, hallarse por casualidad; τυχόν: quizá en -ω
- ὑγιής, -ές sano; sensato 2 terminaciones
- τὸ ὕδωρ, ὕδατος agua n. · 3.ª decl.
- ὑπάρχω, aor. ὑπῆρξα (+ dat.) estar de parte de, apoyar; existir en -ω
- ὑπέρ (+ gen.) por, en favor de, acerca de; (+ ac.) más allá de preposición
- ὑπερβιάζομαι oprimir con violencia deponente
- ὑπέρυθρος, -ον rojizo 2 terminaciones
- ὑπό (+ gen.) por (agente); (+ dat.) bajo; (+ ac.) bajo, debajo de preposición
- ὕστερον después, más tarde adverbio
- ὕστερος, -α, -ον; superl. ὕστατος posterior; ὕστατος: el último 3 terminaciones
- ὑφάπτω prender fuego por debajo en -ω
- τὸ φάρμακον, -ου droga, remedio n. · 2.ª decl.
- ἡ φάρυγξ, -υγος garganta f. · 3.ª decl.
- φάσκω afirmar, pretender en -ω
- φέρω, fut. οἴσω, aor. ἤνεγκον llevar, traer; conducir en -ω
- φημί, impf. ἔφην decir, afirmar en -μι
- φθάνω adelantarse, llegar antes en -ω
- ἡ φθορά, -ᾶς destrucción, mortandad f. · 1.ª decl.
- ὁ φθόρος, -ου destrucción, mortandad m. · 2.ª decl.
- φίλος, -η, -ον / ὁ φίλος, -ου querido; amigo 3 terminaciones
- ἡ φλόγωσις, -εως inflamación f. · 3.ª decl.
- ἡ φλύκταινα, -ης ampolla f. · 1.ª decl.
- ὁ φόβος, -ου miedo m. · 2.ª decl.
- τὸ φρέαρ, -ατος pozo n. · 3.ª decl.
- ἡ φύσις, -εως naturaleza f. · 3.ª decl.
- χαλεπός, -ή, -όν difícil 3 terminaciones
- ὁ χειμών, -ῶνος invierno; tempestad m. · 3.ª decl.
- ἡ χείρ, χειρός mano f. · 3.ª decl.
- χλωρός, -ά, -όν verde; verde pálido 3 terminaciones
- ἡ χολή, -ῆς bilis f. · 1.ª decl.
- χράομαι, aor. ἐχρησάμην (+ dat.) usar, servirse de deponente contracto
- χρή, impf. ἐχρῆν es preciso, hay que (impersonal) impersonal
- τὸ χρῆμα, -ατος (pl. χρήματα) cosa; pl.: dinero n. · 3.ª decl.
- χρήσιμος, -η, -ον útil 3 terminaciones
- τὸ χρηστήριον, -ου oráculo n. · 2.ª decl.
- ὁ χρόνος, -ου tiempo m. · 2.ª decl.
- τὸ χωρίον, -ου lugar, plaza, territorio n. · 2.ª decl.
- ψυχρός, -ά, -όν frío 3 terminaciones
- ἡ ὥρα, -ας hora, momento; ὥρα (ἐστί): es hora de f. · 1.ª decl.
- ὡς como; que; cuando; (+ part.) en la idea de que; (+ opt.) para que conjunción y adverbio
- ὥσπερ como, como si adverbio
- ὥστε de modo que conjunción
- ὠφελέω, aor. ὠφέλησα ayudar, ser útil contracto en -έω